αὐτῆς ἀσυνάρθρως ἐξεπέμπετο, ὡς εἰκάσαι φωνῇ φωτός. 5 ἐκ τοῦ φωτὸς τις λόγος ἅγιος ἐπέβη τῇ φύσει, καὶ πῦρ ἄκρατον ἐξεπήδησεν ἐκ τῆς ὑγρᾶς φύσεως ἄνω εἰς ὕψος· κοῦφον δὲ ἦν καὶ ὀξύ, δραστικὸν τὲ ἅμα· καὶ ὁ ἀὴρ, ἐλαφρὸς ὢν ἠκολούθησε τῷ πνεύματι, ἀναβαίνοντος αὐτοῦ μέχρι τοῦ πυρὸς ἀπὸ γῆς καὶ ὕδατος, ὡς δοκεῖν κρέμασθαι αὐτὸν ἀπ' αὐτοῦ. γῆ δὲ καὶ ὕδωρ ἔμενε καθ' ἑαυτὰ συμμεμιγμένα, ὡς μὴ θεωρεῖσθαι ἀπὸ τοῦ ὕδατος· κινούμενα δὲ ἦν διὰ τὸν ἐπιφερόμενον πνευματικὸν λόγον εἰς ἀκοήν.
6 Ὁ δὲ Ποιμάνδρης ἐμοί, Ἐνόησας, φησί, τὴν θέαν ταύτην ὅτι καὶ βούλεται; Καὶ γνώσομαι, ἔφην ἐγώ. Τὸ φῶς ἐκεῖνο, ἔφη, ἐγώ εἰμι νοῦς ὁ σὸς θεός, ὁ πρὸ φύσεως ὑγρᾶς τῆς ἐκ σκότους φανείσης· ὁ δὲ ἐκ νοὸς φωτεινὸς λόγος, υἱὸς θεοῦ. Τί οὖν; φημί. Οὕτω γνῶθι· τὸ ἐν σοὶ βλέπον καὶ ἀκοῦον, λόγος κυρίου, ὁ δὲ νοῦς πατὴρ θεός· οὐ γὰρ διίστανται ἀπ' ἀλλήλων· ἕνωσις γὰρ