Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/26

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
2cap. 1.
Ποιμάνδρης

καὶ γνῶναι; 2 Φημὶ ἐγώ, Σὺ γὰρ τίς εἶ; Ἐγὼ μέν, φησίν, εἰμὶ ὁ Ποιμάνδρης, ὁ τῆς αὐθεντίας νοῦς, οἶδα δὲ ὃ βούλει, καὶ σύνειμί σοι πανταχοῦ. 3 Φημὶ ἐγώ, Μαθεῖν θέλω τὰ ὄντα καὶ νοῆσαι τὴν τούτων φύσιν, καὶ γνῶναι τὸν θεόν. τοῦτ’ ἔφην, ἀκοῦσαι βούλομαι. Φησὶν ἐμοὶ πάλιν, Ἔχε νῷ σῷ ὅσα θέλεις μαθεῖν, κἀγώ σε διδάξω.

4 Τοῦτο εἰπὼν ἠλλάγη τῇ ἰδέᾳ, καὶ εὐθέως πάντα μοι ἤνοικτο ῥοπῇ, καὶ ὁρῶ θέαν ἀόριστον, φῶς δὲ πάντα γεγενημένα, εὔδιόν τε καὶ ἱλαρόν· καὶ ἠράσθην ἰδών· καὶ μετ' ὀλίγον σκότος κατωφερὲς ἦν ἐν μέρει γεγενημένον, φοβερόν τε καὶ στυγνόν, σκολιῶς πεπεραμένον· ὡς εἰκάσαι με ἰδόντα μεταβαλλόμενον τὸ σκότος εἰς ὑγρᾶν τινα φύσιν ἀφάτως τεταραγμένην, καὶ καπνὸν ἀποδιδοῦσαν ὡς ἀπὸ πυρός, καί τινα ἦχον ἀποτελοῦσαν ἀνεκλάλητον γοώδη. εἶτα βοὴ ἐξ

add. τε καὶ1. φημὶ] καὶ φημι B.║ γὰρ erasum in B.2. δὲ om. A edd5. τοῦτ’] πῶς AB Patr.║ ἔφην] ἐσιν B.║ φησὶν] καί φησιν B.║ ἐμοὶ] ἐμὲ B. Patr.7. τοῦτο] sic AB Patr., οὗτος Turn. Fluss.8. ἀόριστον] γράφεται· ἀόριστην marg. B.9. ἠγάσθην Velsenius11. πεπερασμένον] sic Vergic. Fluss. Patr., πεπειραμένον codd. ἐσπειραμένον Casaub. exerc. in Baron. p.79║ ἰδόντα] εἰδότα A. edd.11. 12.. μεταβαλλόμενον] γράφεται· μεταβαλεῖν marg. B14. ἀνεκλάλητον om A.║ βοὴ — p.3, 1. φωτὸς uncis incl. Patr.