Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/14

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
X
Praefatio Vergicii.

τὸν κρατῆρα τοῦ νοῦ, διὰ τοῦ κηρύγματος τοῦ παρὰ θεοῦ πεμφθέντος ἐπὶ τῆς γῆς, φάσκων ταυτί „ὅσοι μὲν συνῆκαν τοῦ κηρύγματος τούτου καὶ ἐβαπτίσθησαν τοῦ νοός, οὗτοι μετέσχον τῆς θείας γνώσεως, ὅσοι δ’ ἥμαρτον τοῦ κηρύγματος καὶ οὐ προσειλήφασι τὸν λογικὸν νοῦν, αἱ αἰσθήσεις τούτων ταῖς τῶν ἀλόγων ζώων εἰσὶ παραπλήσιαι· ἀλλ’ οὐ δύναταί τις, φησί, βαπτισθῆναι εἰς αὐτόν, ἐὰν μὴ πρῶτον τὸ σῶμα αὑτοῦ μισήσῃ, τουτέστι τὸ ὑλικὸν καὶ γεῶδες φρόνημα τῆς σαρκός, καὶ πρὸς ἐκεῖνον τὸν ἔνθεον νοῦν ὅλως γένηται.“ ἀρίστη καὶ εὐαγγελικὴ διδασκαλία αὕτη δοκεῖ, ὥστε καὶ φαίης ἂν αὐτὸν οὑτωσί λέγοντα ἴσως θεσπιῳδόν τινα καὶ μύστην τυγχάνειν ὄντα θεοῦ· ἐν πολλοῖς γὰρ καὶ ἄλλοις τῶν πρὸς αὐτοῦ ῥηθέντων οὐ διοίσειν τῶν παρ’ ἡμῖν ἱερολογούντων δόξειεν ἂν· οἷόν ἐστιν, ὅτε περί τε καλοῦ κᾀγαθοῦ διαλεγόμενος λέγει, ὅτι παρὰ τῷ θεῷ μόνον εἰσί. καὶ ὅτι ἡ ἀγνωσία αὑτοῦ μέγιστον ἐν ἀνθρώποις κακόν ἐστι, καὶ περὶ ψυχῶν ἀφθαρσίας τε καὶ κολάσεως, ἔτι δὲ περὶ τοῦ ἐν ἀνθρώποις κοινοῦ νοῦ, ποῖός τις ἔστι καὶ τί δύναται· ἀλλὰ δὴ καὶ περὶ τῆς παλιγγενεσίας τε καὶ ἐπαγγελίας τῶν ἀγαθῶν, ἔνθα φησὶ τὸν τῆς παλιγγενεσίας δημιουργὸν εἶναι θεοῦ παῖδα καὶ ἄνθρωπον ἕνα· καὶ περὶ πολλῶν ἄλλων θεοσεβῶν, ἃ διὰ τὸ παρεῖναι ἐν τοῖςδε τῶν κεφαλαίων, τὸν ἀριθμὸν ὄντων πεντεκαίδεκα πάντων, ἀφίημι παριών· πλὴν ὅτι τὸ μέγιστον καὶ θαυμασιώτερον πάντων τῶν ὑπ’ ἐκείνου ῥηθέντων οὐ πάρεργον ἔδοξέ μοι εἰπεῖν. γέγραπται μὲν τῷ Σουίδᾳ, κεκλῆσθαι τρισμέγιστον τὸν Ἑρμῆν διὰ τὸ περὶ τῆς τριάδος φθεγξάμενον ταῦτα εἰπεῖν· „ἐν τριάδι μίαν εἶναι θεότητα. οὕτως ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἦν ἀεὶ νοῦς νοὸς φωτεινός, καὶ οὐδὲν ἕτερον ἦν ἡ τούτου ἑνότης ἢ πνεῦμα πάντα περιέχον· ἐκτὸς τούτου οὐ θεός, οὐκ ἄγγελος, οὐκ οὐσία τις ἄλλη· πάντων γὰρ κύριος καὶ πατὴρ καὶ θεός,