Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/13

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
IX
Praefatio Vergicii.

ἀπάτην καὶ μέριμναν τοῦ πρὸς τῶν τῆς ὕλης ἀπομαραινομένου νοός, καὶ τούτων γε ἤδη ἀποκαθαιρομένου, καὶ πρὸς τὸν Θεῖον ἐκεῖνον καὶ πατρικὸν νοῦν ἀποκαθισταμένου, ἅπτεσθαι ἀσφαλῶς τῆς αὐτῶν θεωρίας καὶ γνώσεως. ὡς οὖν καὶ ὁ θεσπέσιος οὗτος τῆς σωματικῆς ἀχλύος ἀπαλλαττόμενος, καὶ πρὸς ὕψος θεωρίας ἐπαιωρήσας τὸν νοῦν, καὶ ὅλως τοὐντεῦθεν ἔνθους γενόμενος, ἄρχεται ἑαυτὸν ἐρωτᾶν, δηλαδὴ τὸν Ποιμάνδρην, τὸν καὶ αὐθεντίας νοῦν καλούμενον, τοῦ τὴν φύσιν τῶν ὄντων μαθεῖν, καὶ γνῶναι τῶν πάντων πατέρα τε καὶ δημιουργὸν θεόν· πρὸς ὃν ἐκεῖνος ἀπαμειβόμενος δείκνυσιν εὐσεβῶς καὶ διερμηνεύει πᾶν τὸ μεγαλεῖον τῆς τοῦ θείου σοφίας τε καὶ δυνάμεως καὶ τῆς ἐκείνης πανσόφου καὶ προνοητικῆς διοικήσεως· ὥστε καὶ πυνθανόμενον ταῦτα καὶ διανοηθέντα, ἐκπλήττεσθαι καὶ βοᾷν „δόξα τῷ πατρὶ καὶ θεῷ. ἅγιος ὁ θεὸς ὁ πατὴρ τῶν ὅλων. ἅγιος ὁ θεὸς οὐ βουλὴ τελεῖται ἀπὸ τῶν ἰδίων δυνάμεων. ἅγιος ὁ θεὸς ὃς γνωσθῆναι βούλεται καὶ γινώσκεσθαι τοῖς ἰδίοις τῶν ἔργων.“ καὶ τὰ ἑξῆς τοῦ λόγου. εἶτα διδάξαι τοὺς ἄλλους ταῦτα βουλόμενος, πρώτιστα πάντων τυχεῖν εὔχεται θείας τινὸς ἐπινεύσεως καὶ ἰσχύος τοῦ ταῦτα διεξελθεῖν ἀκριβῶς. οὕτως δ’ εἰπὼν τρέπει τὸν λόγον πρὸς τὸν Ἀσκληπιόν, καὶ οἷον ἀποκρινόμενος τάδε φησί „τὸ θεῖον καθὸ θεός, ὦ! Ἀσκληπιέ, ἀγέννητόν ἐστι· εἰ δ’ ἀγέννητον καὶ ἀνουσίαστον· τὸ δ’ ἀνουσίαστον πάντως οὐκ ἐν αἰσθήσει περιληπτόν, ἀλλὰ μόνον νοητόν· τοῦτο δ’ ἀκίνητον ὃν πάνθ’ ὑπ’ αὐτοῦ κινεῖται καὶ προνοεῖται, φύσει ἀγαθὸν ὄν“ καὶ τὰ λοιπὰ τῆς προγνωσίας τῶν πάντων καὶ φύσεως. ἔπειτα προτεινάμενος πρὸς Τὰτ τὸν διάλογον, πρῶτα μὲν ὡς εὐχὴν ἐκτελῶν πάλιν φαίνεται, καὶ οἷον ἐξυμνεῖν τὸ θεῖον δοκεῖ· εἶτα κἀνταῦθα τὰ τῆς θείας φύσεως ἐπιδεικνύς, πρὸς τούτοις τε ἀριδήλως διδάσκει καὶ τὴν ἐπάνοδον τῶν ψυχῶν, βαπτιζομένων εἰς