πατρίδα συγγράμματα γράψαι τῆς κατ’ ἐκεῖνο καιροῦ μυστικῆς φιλοσοφίας τε καὶ θεολογίας πολλά· ὧν τὰ κατ’ ἐξοχὴν δύο ἐστί· τὸ μὲν Ἀσκληπιὸς κέκληται, τὸ δὲ Ποιμάνδρης, καὶ ἔστι τὸ παρόν. ὃ πάλαι μὲν εἰς τὴν τῶν Λατίνων γλώτταν μεθερμηνενθέν, οὐ μάλ’ ἐξηκριβωμένως δέ, ἐν ταῖς Ἐνετίαις παρ’ Ἄλδῳ τῷ Ῥωμαίῳ τετύπωται· ὀψὲ δέ ποτε καὶ ἐν Φλωρεντίᾳ εἰς τὴν ἐπιχώριον διάλεκτον πάλιν ἐκ τούτου μεταφρασθὲν καὶ ἐκτυπωθὲν ἐξεδόθη. περὶ δὲ τοῦ τυποῦσθαι τοῦτο εἰς τὴν ἑλλάδα φωνήν, ἐξ ἧς αὐτὰ μετεφράσθη, οὐκ οἶδ’ ὅπως, ἢ ἀμελείᾳ τῶν τυπογράφων ἢ καὶ ὀλιγωρίᾳ, οὐδ’ ὅλως μνεία πεποίται· ὅθεν ἡμεῖς οὐκ εὔλογον εἶναι τοῦτο διασκεψάμενοι, ἐπιμελεῖσθαι μὲν μᾶλλον τῶν ἐξ αὐτῆς ἐκβληθέντων τῆς δ’ ἀρχετυπωτέρας ἀφροντίστως γ’ ἔχειν, ᾠήθημεν δεῖν τοῦτο γε νῦν καὶ ἑλληνιστὶ τυπωτέον τ’ εἶναι, καὶ σοί γε προσφωνητέον, τῷ πολλὴν ἐπὶ ταῖς ἱερολογίαις ποιουμένῳ σπουδὴν παλαιαῖς τε καὶ νέαις, ἵνα προσέτι καὶ τῶν ἀρχαιοτέρων μὴ ἀμύητος ἦς, ὅπως τῆς τῶν θείων εἶχον εἰδήσεος. ἐοίκασι γὰρ ταῖς καθ’ ἡμᾶς ἐν ἐνίοις συνᾴδειν, ὡς ἔστιν ἐν τῷ παρόντι εἰδέναι. πρόκειται γὰρ τῷ Ἑρμῇ, διαλεγομένῳ ἐνταῦθα πρὸς Ἀσκληπιόν τε τὸν μαθητὴν καὶ Τὰτ τὸν υἱὸν αὐτοῦ, εἰπεῖν περί τε τῶν θείων καὶ ἀπορρήτων πραγμάτων, ὥστε σὺν πάσῃ προσοχῇ καὶ ἀκραιφνεῖ διανοίᾳ διδάσκεσθαι αὐτοὺς ταῦτα· διὸ καὶ εἰκότως οἶμαι τὸν Ποιμάνδρην προταχθῆναι ἐν τῷ διαλόγῳ τούτῳ, τουτέστι τὸν θεῖον καὶ ἡγεμονικὸν νοῦν τῆς ψυχῆς, τὸν τοῖς ἑαυτοῦ κινήμασι ποιμαίνοντα καὶ θεωροῦντα τὰ ὄντα, ὃν καὶ Ἀριστοτέλης ἀπαθῆ καὶ ἀίδιον ἀποφαίνει, ἐφ’ ᾧ τεκμαίρεσθαι τοῦτο, ὅτι τοὺς τὰ θεογνωσίας βουλομένους ἀκροάσασθαι καὶ μαθεῖν λόγια, δεῖσθαι τινος πρῶτον θείας ἐλλάμψεως, ποδηγούσης αὐτοὺς εἰς τὴν ἀκριβῆ ἐκείνων κατάληψιν· ὅπερ οὐχ οἷόν τε ἄλλως γενέσθαι, πρὶν ἢ ἀποθέσθαι πᾶσαν βιωτικὴν
Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/12
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
VIII
Praefatio Vergicii.