Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/11

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
VII
Praefatio editionis Turnebianae. Parisiis, 1554.

Τῷ σοφοτάτῳ καὶ λογιοτάτῳ Λαγκιλώτῳ Κάρλῳ, και αἰδεσιμωτάτῳ ἐπισκόπῳ Ῥηγιέων, Ἄγγελος ὁ Βεργίκιος εὖ πράττειν.

Ἑρμῆς ὁ Τρισμέγιστος, αἰδεσιμώτατε δέσποτα, Αἰγύπτιος μὲν ἦν τὸ γένος, πατρὸς δὲ ἢ μητρὸς οὐδεὶς ἂν ἔχοι τῷ ὄντι τίνος εἰπεῖν. ἤκμασε δὲ πρὸ τοῦ Φαραῶ, ὡς πολλοῖς τῶν χρονογράφων δοκεῖ. ὑπολαμβάνουσι δέ τινες αὐτὸν εἶναι τὸν παρ’ Αἰγυπτίοις καλούμενον Θώθ, ἐξ ὧν καὶ ὁ Κικέρων εἷς ὢν τυγχάνει. ἀλλὰ καὶ ἰσόχρονον τοῦτόν τινες συγκαταριθμοῦσι τῷ Φαραῷ, οἷσπερ ἐγὼ οὐ συγκατατίθεμαι δι’ αἰτίαν τοιαύτην· Φασὶ τὸν Θὼθ βασιλέα Αἰγυπτίων εἶναι, ὁμοίως δὲ καὶ τὸν Φαραώ· ὥστε ὁ Θὼθ εἰ ἦν ἰσόχρονος τούτῳ, ἦσαν ἂν τὸν αὐτὸν χρόνον βασιλεύοντες Αἰγυπτίων καὶ ἄμφω. τσῦτο δ’ οὐδεὶς μήτε τῶν χρονογράφων μήτε τῶν τὰ Αἰγυπτιακὰ ἱστορούντων ὁμολογεῖ· ὥσθ’ ἕπεται τοῦτον εἶναι ἢ πρὸ αὐτοῦ ἢ μετ’ αὐτόν. μετ’ αὐτὸν δὲ παρ’ οὐδενὶ τούτων εἴρηται· τοιγαροῦν πρὸ αὐτοῦ. εἰ δὲ πρὸ τούτου, ἄρα καὶ πρὸ Μωσέως. τοῦτον οὖν φασὶν ἀποδημοῦντα τῆς ἑαυτοῦ πατρίδος, περιιέναι πᾶσαν τὴν ὑφ’ ἥλιον, ἀρετῆς καὶ σοφίας ἀντιποιούμενον· παιδεύειν δὲ πειρᾶσθαι τοὺς ἀνθρώπους ἕνα θεὸν μόνον δημιουργὸν καὶ γενέτορα πάντων σέβεσθαι καὶ τιμᾶν, ἐπιδεικνύμενον ἅμα, ᾧτινι τρόπῳ δεῖ προσκυνεῖν αὐτόν· βιῶναι δὲ βίον πάνσοφον καὶ θεωσεβῆ, ταῖς τοῦ νοῦ θεωρίαις σχολάζοντα, τῶν τε κατωφερῶν τῆς ὕλης οὐ φροντίζοντα· ἐπανελθόντα δ’ εἰς τὴν