Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/675

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
520(7, 8.)
MARCIANI HERACLEENSIS

τιν ἐκβάλλων λίμνην, ἥτις εἰς τὸν Πόντον ἐξίησι τὸν καλούμενον Εὔξεινον. Τὴν δὲ Λιβύην σὺν τῇ Ἀσία διορίζει ἀπὸ μέν τῆς Εὐρώπης ὁ προειρημένος Ἡράκλειος πορθμὸς, ἀπὸ οἱ τῆς Ἀσίας τὸ καλούμενον Κανωβκὸν τοῦ Νείλου στόμα· τὴν δὲ Ἀσίαν πρὸς μέν τὴν Εὐρώπην διορίζει ὁ προειρημένος Τάναϊς ποταμὸς, πρὸς δὲ τὴν Λιβύην τὸ πορρηθέν Κανωβικὸν τοῦ Νείλου στόμα, καθὰ προειρήκαμεν. Ἡ τοίνυν καθʼ ἡμᾶς θάλασσα καὶ συνάπτουσα τῷ δυτικῷ ὠκεανῷ διὰ τοῦ Ἡρακλείου πορθμοῦ, περιγράφει τὰς τρεῖς ἠπείρους τόνδε τὸν τρόπον.

5. Τῆς μὲν Εὐρώπης, περιπλεομένων τῶν κατʼ αὐτὴν κόλπων ἐν τῇ καθʼ ἡμᾶς θαλάσσῃ, ἡ παράλιος χώρα τὴν ἀρχήν ἔχει ἀπὸ τοῦ Τανάϊδος ποταμοῦ καὶ καταλήγει ἐπὶ τὸν Ἡράκλειον πορθμὸν καὶ τὰ Γάδειρα τὴν νῆσον· καὶ ἐστιν ὁ σύμπας αὐτῆς περίπλους σταδίων M. Ϛʹ καὶ ͵θ. Τῆς δὲ Λιβύης ἀπὸ Τίγγεως πόλεως μέχρι τοῦ Κανωβικοῦ τοῦ Νείλου στόματος ὁ παράπλους ἐστὶ σταδίων M. γʹ καὶ σπʹ. Τῆς δὲ Ἀσίας σὺν τῇ Αἰγύπτῳ ἀπὸ τοῦ Κανωβικοῦ τοῦ Νείλου στόματος μέχρι τοῦ ποταμοῦ τοῦ Τανάϊδος ὁ παράπλους ἐστὶ σταδίων M. δʹ καὶ ρκʹ. Ἡ τοίνυν σύμπασα χώρα παράλιος τῆς θαλάσσης τῆς καθʼ ἡμᾶς ἐστιν, ἧ τε τῆς Εὐρώπης καὶ τῆς Λιβύης καὶ τῆς Ἀσίας, σταδίων M. ιγʹ ͵θυʹ.

6. Ἔστι δέ πρώτη μέν τῶν ἠπείρων μεγέθους ἕνεκεν ἡ Ἀσία, δευτέρα δὲ ἡ Λιβύη, τρίτη δὲ ἡ Εὐρώπη. Τῶν δέ τριῶν θαλασσῶν τῷ μεγέθει τυγχάνει πρώτη μέν ἡ κατὰ τὸ Ἰνδικὸν πέλαγος· δευτέρα δέ ἡ καθʼ ἡμᾶς ἡ μεταξὺ Λιβύης καὶ Εὐρώπης, ἀρχομένη μέν ἀπὸ Γαδείρων ἤτοι τοῦ Ἡρακλείου πορθμοῦ, διήκουσα δὲ μέχρι τῆς Ἀσίας τρίτη δὲ ἡ Ὑρκανία.

Μέγεθος δέ τῆς οἰκουμένης, τὸ μέν ἀπὸ ἀνατολῆς ἐπὶ δύσιν ἀναμεμέτρηται σταδίων M. ζʹ, ͵ηφμεʹ· τοῦτο δέ