Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
κώμη παραθαλάσσιος ἔνσημος· ἡ δὲ Μουζιρὶς βασιλείας μὲν τῆς αὐτῆς, ἀκμάζουσα δὲ τοῖς ἀπὸ τῆς Ἀριακῆς εἰς αὐτὴν ἐρχομένοις πλοίοις καὶ τοῖς Ἑλληνικοῖς· κεῖται δὲ παρὰ ποταμὸν, ἀπέχουσα ἀπὸ μὲν Τύνδεως διὰ τοῦ ποταμοῦ καὶ διὰ θαλάσσης σταδίους πεντακοσίους, ἀπὸ δὲ τοῦ * κατ ́ αὐτὴν εἴκοσι. Ἡ δὲ Νέλκυνδα σταδίους μὲν ἀπὸ Μουζιρέως ἀπέχει σχεδὸν πεντακοσίους, ὁμοίως διά τε ποταμοῦ (καὶ πεζῇ) καὶ διὰ θαλάσσης, βασιλείας δέ ἐστιν ἑτέρας, τῆς Πανδίονος· κεῖται δὲ καὶ αὐτὴ παρὰ ποταμὸν, ὡσεὶ ἀπὸ σταδίων ἑκατὸν εἴκοσι τῆς θαλάσσης.
55. Ἑτέρα δὲ κατ ́ αὐτὸ τὸ στόμα τοῦ ποταμοῦ πρόκειται κώμη Βακαρὴ, εἰς ἣν ἀπὸ Νελκύνδων ἐπὶ