Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/443

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

λύκιον, νάρδος καὶ καλλεανὸς λίθος καὶ σάπφειρος καὶ Σηρικὰ δέρματα καὶ ὀθόνιον καὶ νῆμα Σηρικὸν καὶ Ἰνδικὸν μέλαν. Ἀνάγονται δὲ καὶ αὐτοὶ οἱ πλέοντες μετὰ τῶν Ἰνδικῶν * περὶ τὸν Ἰούλιον μῆνα, ὅς ἐστιν Ἐπιφί· δυσεπίβολος μὲν, ἐπιφορώτερος δὲ ἐκείνων καὶ συντομώτερος ὁ πλοῦς.

40. Μετὰ δὲ τὸν Σίνθον ποταμὸν ἕτερός ἐστι κόλπος ἀθεώρητος παρὰ τὸν βορέαν· ὀνομάζεται δὲ Εἰρινὸν, ἐπιλέγεται δὲ ὁ μὲν μικρὸν ὁ δὲ μέγα· πελάγη δέ ἐστιν ἀμφότερα τεναγώδη καὶ δίνας ἐλαφρὰς ἔχοντα καὶ συνεχεῖς καὶ μακρὰς ἀπὸ τῆς γῆς, ὡς πολλάκις, τῆς ἠπείρου μηδὲ βλεπομένης, ἐποκέλλειν τὰ πλοῖα, ἐνδοτέρω δὲ προληφθέντα καὶ ἀπόλλυσθαι. Τούτου δὲ ὑπερέχει τοῦ κόλπου ἀκρωτήριον, ἐπικαμπὲς ἀπὸ τοῦ Εἰρίνου μετὰ τὴν ἀνατολὴν καὶ τὸν νότον ὡς εἰς τὴν