τοῦ Ἰνδικοῦ, καὶ πορφύρα καὶ ἱματισμὸς ἐντόπιος καὶ οἶνος καὶ φοῖνιξ πολὺς καὶ χρυσὸς καὶ σώματα.
37. Μετὰ δὲ τὴν Ὀμανιτικὴν χώραν ὁμοίως ἡ Παρσιδῶν παράκειται, βασιλείας ἑτέρας, καὶ κόλπος τῶν Τεράβδων λεγόμενος, οὗ κατὰ μέσον εἰς τὸν κόλπον [ἄκρα] παρανατείνει. Καὶ παρ ́ αὐτὸν ποταμός ἐστιν, ἔχων εἰσαγωγὴν πλοίοις, καὶ μικρὸν ἐπὶ τοῦ στόματος ἐμπόριον Ὠραία λεγόμενον, καὶ κατὰ νώτου μεσόγειος πόλις, [ἀπ]έχουσα ὁδὸν ἡμερῶν ἑπτὰ ἀπὸ θαλάσσης, ἐν ᾗ καὶ βασιλεία ἡ λεγομένη *. Φέρει δὲ ἡ χώρα σῖτον πολὺ καὶ οἶνον καὶ ὄρυζαν καὶ φοίνικα, πρὸς δὲ τὴν ἤπειρον οὐδὲν ἕτερον ἢ βδέλλαν.
38. Μετὰ δὲ ταύτην τὴν χώραν, ἤδη τῆς ἠπείρου διὰ τὸ βάθος τῶν κόλπων ἐκ τῆς ἀνατολῆς ὑπερκερώσης, ἐκδέχεται [τὰ] παραθαλάσσια μέρη τῆς Σκυθίας παρ ́ αὐτὸν κειμένης τὸν βορέαν, ταπεινὰ λίαν, ἐξ ὧν ποταμὸς Σίνθος, μέγιστος τῶν κατὰ τὴν Ἐρυθρὰν θάλασσαν ποταμῶν καὶ πλεῖστον ὕδωρ εἰς θάλασσαν ἐκβάλλων, ὥστε ἄχρι πολλοῦ (καὶ πρὶν ἢ συμβάλῃ τῇ χώρᾳ) εἰς