Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/440

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἡ Ἀπολόγου, κειμένη κατὰ Πασίνου Χάρακα καὶ ποταμὸν Εὐφράτην.

36. Παραπλεύσαντι δὲ τοῦτο τὸ στόμα τοῦ κόλπου μετὰ δρόμους ἓξ ἕτερον ἐμπόριόν ἐστι τῆς Περσίδος, τὰ λεγόμενα Ὄμανα. Ἐξαρτίζεται δὲ εἰς αὐτὴν συνήθως, ἀπὸ μὲν Βαρυγάζων εἰς ἀμφότερα ταῦτα τῆς Περσίδος ἐμπόρια πλοῖα μεγάλα χαλκοῦ καὶ ξύλων σανταλίνων καὶ δοκῶν καὶ κεράτων καὶ φαλάγγων σασαμίνων καὶ ἐβενίνων, εἰς δὲ τὰ Ὄμανα καὶ ἀπὸ Κανῆς λίβανος, καὶ ἀπ ́ Ὀμάνων εἰς τὴν Ἀραβίαν ἐντόπια ῥαπτὰ πλοιάρια, τὰ λεγόμενα μαδάρα. Εἰσφέρεται δὲ ἀπὸ ἑκατέρων τῶν ἐμπορίων εἴς τε Βαρύγαζα καὶ εἰς Ἀραβίαν πινικὸν, πολὺ μὲν, χεῖρον δὲ