Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/421

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τηγη * καὶ δαφνῶνα μικρὸν, ἀκρωτήριον Ἐλέφας· ποταμὸν δ ́ ἔχει τὸν λεγόμενον Ἐλέφαντα καὶ δαφνῶνα μέγαν λεγόμενον Ἀκάνναι, ἐν ᾗ μονογενῶς λίβανος ὁ περατικὸς πλεῖστος καὶ διάφορος γίνεται.

12. Καὶ μετὰ ταύτην, τῆς γῆς ὑποχωρούσης εἰς τὸν νότον ἤδη, τὸ τῶν Ἀρωμάτων ἐμπόριον καὶ ἀκρωτήριον τελευταῖον τῆς Βαρβαρικῆς ἠπείρου πρὸς ἀνατολὴν ἀπόκοπον· ὁ δὲ ὅρμος ἐπίσαλος [καὶ] κατὰ καιροὺς ἐπικίνδυνος διὰ τὸ προσεχῆ τὸν τόπον εἶναι τῷ βορέᾳ. Σημεῖον δὲ τοῦ μέλλοντος χειμῶνος τοπικὸν τὸ τὸν βυθὸν θολερώτερον γίνεσθαι καὶ τὴν χρόαν ἀλλάσσειν. Τούτου δὲ γενομένου πάντες ἀποφεύγουσιν εἰς τὸ μέγα ἀκρωτήριον, τόπον καὶ σκέπην, τὸ λεγόμενον