Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/416

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κατὰ πέλαγος ἄλλαι νῆσοι μικραὶ ἐκ δεξιῶν (ἀμμιναὶ) πλείονες, Ἀλαλαίου λεγόμεναι, χελώνην ἔχουσαι τὴν εἰς τὸ ἐμπόριον φερομένην ὑπὸ τῶν Ἰχθυοφάγων.

5. Καὶ ἀπὸ σταδίων ὡσεὶ ὀκτακοσίων κόλπος ἕτερος βαθύτατος, οὗ κατὰ τὴν εἰσβολὴν ἐν δεξιοῖς ἄμμος ἐστὶ πολλὴ κεχυμένη, καθ ́ ἧς ἐν βάθει κεχωσμένος εὑρίσκεται ὁ ὀψιανὸς λίθος, ἐν ἐκείνῃ μόνῃ τοπικῶς γεννώμενος. Βασιλεύει δὲ τῶν τόπων τούτων ἀπὸ τῶν Μοσχοφάγων μέχρι τῆς ἄλλης Βαρβαρίας Ζωσκάλης, ἀκριβὴς μὲν τοῦ βίου καὶ τοῦ πλείονος ἐξεχόμενος, γενναῖος δὲ περὶ τὰ λοιπὰ καὶ γραμμάτων Ἑλληνικῶν ἔμπειρος.

6. Προχωρεῖ δὲ εἰς τοὺς τόπους τούτους ἱμάτια βαρβαρικὰ ἄγναφα τὰ ἐν Αἰγύπτῳ γινόμενα, Ἀρσινοητικαὶ στολαὶ καὶ ἀβόλλαι νόθοι χρωμάτιναι καὶ λέντια καὶ δικρόσσια καὶ λιθίας ὑαλῆς πλείονα γένη καὶ ἄλλης μορρίνης, τῆς γινομένης ἐν Διοσπόλει, καὶ ὀρείχαλ-