Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/240

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

εἶτα τούτων Λευκαὶ [αἷ] καλοῦνται. Ἐν δὲ τῷ κοιλατάτῳ τῆς Σύρτιδος (ἐν τῷ μυχῷ) Φιλαίνου βωμοί, ἐπῖνειον, Ἄμμωνος [ἁλοῦς] ἄλσος τῆς Σύρτιδος. Ἀπὸ τούτου τὴν Σύρτιν παροικοῦντες οἱ Μάκαι χειμαζοῦσιν ἐπὶ θαλάττῇ τὰ βοσκήματα κλείοντες, τοῦ δὲ θέρους, ὑπεκλειπόντων τῶν ὑδάτων, ἀπελάνουσι τὰ βοσκήματα εἰς μεσογείαν ἄνω μεθ᾽ ἑαυτῶν. Μετὰ δὲ τὴν Σύρτιν [ἔξω τῆς Σύρτιδος] ἐστὶ χωρίον καλὸν καὶ πόλις, ἧι ὄνομα Κίνυψ· ἔστι δὲ ἔρημος. Ἀπὸ δὲ Νέας πόλεως ἀπέχει εἰς τὴν Σύρτιν στάδια πʹ (πάντη)· ὑπ᾽ αὐτῶν δ᾽ ἐστὶ ποταμὸς Κίνυψ, καὶ νῆσος ὔπεστι πρὸς τὸν ποταμόν. Τὸ δὲ βάθος τῆς Σύρτιδος ἔσω τῶν Ἑσπερίδων πρὸς τοὺς Φιλαίνου βωμοὺς εἰς τὸν μύχον τοῦ κόλπου πλοῦς ἡμερῶν γʹ καὶ νυκτῶν· πλάτος δὲ ἀπὸ Κίνυφος ποταμοῦ πρὸς τὰς Λευκὰς νήσους πλοῦς ἡμερῶν τεσσάρων καὶ νυκτῶν τεσσάρων.

110. Λωτοφαγοι. Τὰ δὲ ἔξω τῆς Σύρτιδος παροι-