τὴν ἰδέαν ὁμοίαν πελέκει. Ἔστι γὰρ κατὰ θάλατταν πἁτεῖα, κατὰ δὲ μεσογείαν στενωτέρα, κατὰ δὲ Μέμφιν στενωτάτη αὑτῆς· ἔπειτα δὲ εἰς μεσογείαν ἀπὸ Μέμφεως ἰόντι πλατυτέρα, κατὰ δὲ τὸ ἀνώτερον αὑτῆς πλατυτάτη. Τὸ μέρος τὸ ἄνωθεν Μέμφιδος Αἰγύπτου ἐστὶ τὸ πλεῖστον ἢ τὸ παρὰ θάλατταν. Τὸ δὲ Κανωπικὸν στόμα ὁρίζει Ἀσίαν καὶ Λιβύην. Παράπλους δ᾽ ἐστὶν Αἰγύπτου ἀπὸ Πηλουσίου στόματος στάδια ͵ατʹ. Τῆς δὲ Ἀσίας ὁ περίπλους (ἔστι γὰρ περιφερής), λογιζομένῳ κατὰ τὸν αὐτὸν τρόπον ὃν περὶ Εὐρώπης γέγραπται, ἡμερῶν ἐστὶ πζʹ. Ἐπὶ δὲ τῷ στόματι τῷ Κανωπικῷ ἐστι νῆσος ἐρήμη, ἧι ὄνομα Κάνωπος· καὶ σημεῖά ἐστιν ἐν αὐτῇ τοῦ Μενέλεω, τοῦ κυβερνήτου τοῦ ἀπὸ Τροίας, ὧι ὄνομα Κάνωπος, τὸ μνῆμα. Λέγουσι δὲ Αἰγύπτιοί τε καὶ οἱ προσχώριοι οἱ τοῖς τόποις Πηλούσιον ἥκειν ἐπὶ τὸ Κάσιον, καὶ Κάνωπον ἥκειν ἐπὶ τὴν νῆσον, οὗ τὸ μνῆμα τοῦ κυβερνήτου.
107. Ἄρχεται ἡ Λιβύη ἀπὸ τοῦ Κανωπικοῦ στόματος τοῦ Νείλου. Ἀδυρμαχίδαι Ἔθνος Λιβύων Ἀδυρμαχίδαι. Ἐκ Θώνιδος δὲ πλοῦς εἰς Φάρον νῆσον ἔρημον [εὐλίμενος δὲ καὶ ἄνυδρος] στάδια ρνʹ. Ἐν