Σελίδα:Geographi Graeci Minores, I (1855).djvu/200

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καθήκει γὰρ εἰς τὸν κόλπον τοῦτον στάδια λʹ. Μετὰ δὲ τὴν Ἐπιδαυρίαν χώραν Ἁλία καὶ λιμήν. Αὕτη ἐστὶ ἐπὶ τῷ στόματι τοῦ Ἀργολικοῦ κόλπου. Περίπλους ταύτης ἐστὶ σταδίων ἑκατόν.

51. Ερμιων. Μετὰ δὲ ταύτην Ἑρμιὼν πόλις ἐστὶ καὶ λιμήν. Ταύτης δὲ περίπλους σταδίων πʹ. Μετὰ δὲ Ἑρμιόνα Σκύλλαιόν ἐστιν ἀκρωτήριον τοῦ κόλπου τοῦ πρὸς ἰσθμόν· ἔστι δὲ τὸ Σκύλλαιον τῆς Τροιζηνίας. Καταντικρὺ δὲ αὐτοῦ ἐστὶ Σούνιον ἀκρωτήριον τῆς Ἀθηναίων χώρας. Κατὰ δὲ τοῦτό ἐστι νῆσος Βέλβινα καὶ πόλις. Τούτου τοῦ κόλπου ἀπὸ τούτου τοῦ στόματος εἴσω εἰς τὸν ἰσθμὸν στάδιά ἐστι ψμʹ. Ἔστι δὲ ὁ κόλπος οὗτος αὐτὸς κατὰ στόμα εὐθύτατος.

52. Τροιζηνια. Μετὰ δὲ Ἑρμιόνα Τροιζηνία πόλις καὶ λιμήν. Παράπλους δ᾽ ἔστιν αὐτῆς στάδια λʹ. Μετὰ δὲ ταῦτα νῆσός ἐστι Καλαυρία καὶ πόλις καὶ λιμήν. Παράπλους δ᾽ ἐστὶν αὐτῆς στάδια τʹ.

53. Αιγινα. Κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις Αἴγινα καὶ λιμένες δύο. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.

54. Επιδαυρος. Μετὰ δὲ Τροιζηνίαν πόλις Ἐπίδαυρος καὶ λιμήν. Παράπλους δὲ τῆς Ἐπιδαύρου χώρας στάδια [ρ]λʹ.

55. Κορινθια. Μετὰ δὲ Ἐπίδαυρον ἡ Κορινθίων χώρα ἐστὶν [ἡ] πρὸς ἠῶ, καὶ τεῖχος Κεγχρειαὶ καὶ ἰσθμός, οὗ ἱερὸν Ποσειδῶνος. Ἐνταῦθα ἡ Πελοπόννησος λήγει. Ἔστι δὲ καὶ ἔξω τοῦ ἰσθμοῦ χώρα Κορινθίοις, καὶ τεῖχος Σιδοῦς καὶ ἕτερον τεῖχος Κρεμ-