Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
νομάδες ἄνθρωποι Λιξῖται βοσκήματ᾽ ἔνεμον, παρ᾽ οἷς ἐμείναμεν ἄχρι τινὸς φίλοι γενόμενοι.
7. Τούτων δὲ καθύπερθεν Αἰθίοπες ᾤκουν ἄξενοι, γῆν νεμόμενοι θηριώδη, διειλημμένην ὄρεσι μεγάλοις, ἐξ ὧν ῥεῖν φασι τὸν Λίξον, περὶ δὲ τὰ ὄρη κατοικεῖν ἀνθρώπους ἀλλοιομόρφους, Τρωγλοδύτας· οὓς ταχυτέρος ἵππων ἐν δρόμοις ἔφραζον οἱ Λιξῖται.
8. Λαβόντες δὲ παρ᾽ αὐτῶν ἑρμηνέας, παρεπλέομεν τὴν ἐρήμην πρὸς μεσημβρίαν δύο ἡμέρας· ἐκεῖθεν δὲ