βληκεν ὁ δὲ ἠγάπησεν ἐκπεσεῖν τοῦ ὄρνιθος, ὡς λούσαιτο ἐν τῷ ἱπποδρόμῳ. κύκλῳ δὲ ταῖς ὄχθαις ἐφεστᾶσιν οἱ μουσικώτεροι τῶν κύκνων, ἐπᾴδοντες, οἶμαι, τὸν ὄρθιον, ὡς πρὸς τρόπου τοῖς ἁμιλλωμένοις. σημεῖον τῆς ᾠδῆς ὁρᾷς τὸ πτηνὸν μειράκιον; ἄνεμος τοῦτο Ζέφυρος, τὴν ᾠδὴν τοῖς κύκνοις ἐνδιδούς. γέγραπται δὲ ἁπαλὸν καὶ χαρίεν ἐς αἴνιγμα τοῦ πνεύματος, καὶ αἱ πτέρυγες ἥπλωνται τοῖς κύκνοις πρὸς τὸ πλήττεσθαι ὑπὸ τοῦ ἀνέμου. ἰδοὺ καὶ ποταμὸς ὑπεξέρχεται τοῦ ἕλους εὐρὺς καὶ ὑποκυμαίνων, διαβαίνουσι δ᾽ αὐτὸν αἰπόλοι καὶ νομεῖς ἐπὶ ζεύγματος. εἰ δὲ τῶν αἰγῶν ἐπαινοίης τὸν ζωγράφον, ὅτι αὐτὰς ὑποσκιρτώσας καὶ ἀγερώχους γέγραφεν, ἢ τῶν προβάτων, ὅτι σχολαῖον αὐτοῖς τὸ βάδισμα καὶ οἷον ἄχθος οἱ μᾶλλοι, τάς τε σύριγγας εἰ διεξίοιμεν ἢ τοὺς χρωμένους αὐταῖς, ὡς ὑπεσταλμένῳ τῷ στόματι αὐλοῦσι, σμικρὸν ἐπαινεσόμεθα τῆς γραφῆς καὶ ὅσον ἐς μίμησιν ἥκει, σοφίαν δὲ οὐκ ἐπαινεσόμεθα, οὐδὲ καιρόν, ἃ δὴ κράτιστα δοκεῖ τῆς τέχνης. τίς οὖν ἡ σοφία; ζεῦγμα φοινίκων ἐπιβέβληκε τῷ ποταμῷ καὶ μάλα ἡδὺν ἐπ᾽ αὐτῷ λόγον· εἰδὼς γὰρ τὸ περὶ τῶν φοινίκων λεγόμενον καὶ ὅτι αὐτῶν ὁ μὲν ἄρσην τις, ἡ δὲ θήλεια, καὶ περὶ τοῦ γάμου σφῶν διακηκοὼς καὶ ὅτι ἄγονται τὰς θηλείας περιβάλλοντες αὐτὰς τοῖς κλάδοις καὶ ἐπιτείνοντες αὑτοὺς ἐπ᾽ αὐτὰς ἀφ᾽ ἑκατέρου τοῦ γένους δύο φοίνικας, ἕνα κατὰ μίαν ὄχθην, γέγραφεν· εἶτα ὁ μὲν ἐρᾷ καὶ ἐπικλίνεται καὶ ὑπεράλλεται τοῦ ποταμοῦ, τῆς δὲ θηλείας ἔτι ἀφεστώσης οὐκ ἔχων ἐπιλαβέσθαι κεῖται καὶ δουλεύει ζεύξας τὸ ὕδωρ, καὶ ἔστι τοῖς διαβαίνουσιν ἀσφαλὴς ὑπὸ τὴς τοῦ φλοιοῦ τραχύτητος.
Σελίδα:Flavii Philostrati Opera, II (1871).djvu/366
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
308p. 387.]
ΦΙΛΟΣΤΡΑΤΟΥ