Σελίδα:Discourses of Epictetus volume 1 Oldfather 1925.djvu/88

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ARRIAN’S DISCOURSES OF EPICTETUS

σθαι οπωσοῦν ἀπαρκεῖ·οὗ δὲ καὶ παρακολουθη-

τικὴ τῇ χρήσει, τούτῳ τὸ κατὰ τρόπον ἂν Ι,μὴ

18 προσῇ οὐδέποτε τεύξεται τοῦ τέλους. τι’ οὖν,·

ἐκείνων ἕκαστον κατασκευάζει τὸ μὲν ὥστ’

ἐσθίεσθαι, τὸ δ’ ὥστε ὑπηρετεῖν εἰς γεωργίαν, τὸ

ὥστε τυρὸν φέρειν, τὸ δ’ ἄλλο ἐπ’ ἄλλῃ χρεία

παραπλησίῳ, πρὸς ἃ τίς χρεία τοῦ παρακολου-

θεῖν ταῖς φαντασίαις καὶ ταύτας διακρίνειν δύ-

19 νασθαι· ; τὸν δ’ ἄνθρωπον θεατὴν εἰσήγαγεν

αυτοῦ τε καὶ τῶν ἔργων τῶν αὐτοῦ, καὶ οὐ μόνον

20 θεατήν, ἀλλὰ καὶ ἐξηγητὴν αὐτῶν. διὰ τοῦτο

αἰσχρόν ἐστι τῷ ἀνθρώπῳ ἄρχεσθαι καὶ κατα-

λήγειν ὅπου καὶ τὰ ἄλο-γα, ἀλλὰ μᾶλλον ἔνθεν

μὲν ἄρχεσθαι, καταλήγειν δὲ ἐφ’ ὃ κατέληξεν ἐφ’

21 ,ἡμῶν καὶ ἡ φύσις. κατέληξεν δ’ ε’πὶ θεωρίαν

καὶ παρακολούθησιν καὶ σύμφωνον διεξαγωγὴν

22 τῇ φύσει. ὁρᾶτε οὖν, μὴ ἀθέατοι τούτων ἀπο- θάνητε.

23 Ἀλλ’ εἷς Ὀλυμπίαν μὲν ἀποδημεῖτε, ἵν’ ἴδητε1

τὸ ἔργον τοῦ Φειδίου, καὶ ἀτύχημα ἕκαστος ὑμῶν

24 οἴεται τὸ ἀνιστόρητος τούτων ιιποθανεῖν· ὅπου δ’

ουδ’ ἀποδημῆσαι χρεία ἐστίν, ἀλλ’ εστιν ἤδη καὶ

πάρεστιν τοῖς ἔργοις, ταῦτα δὲ θεάσασθαι καὶ

25 κατανοῆσαι οὐκ ἐπιθυμησετε,· οὐκ αἰσθήσεσθε

τοίνυν, οὔτε τίνες ἐστὲ οὔτ’ ἐπὶ τί γεγόνατε οὔτε

τί τοῦτό ἐστιν, ἐφ’ οὗ τὴν θέαν παρείληφθε ;—

26 Ἀλλὰ γίνεταί τινα ἀηδῆ καὶ χαλεπὰ ἐν τῷ

9

βίῳ-Ἐν ζΟλυμπία δ’ ου γι’νεται,· οὐ καυμα- τίζεσθε· , οὐ στενοχωρεῖσθε· , οὐ κακῶς λούεσθε,·

ῑ ὃοῑιννοίςῑιᾶιιεετι εἰδῆτε S.

44