Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/632

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
532
DIODORI SICULI

τῆς τότε μὲν ἀπ’ αὐτοῦ Ζάγκλης, νῦν δὲ Μεσσήνης ὀνομαζομένης, ἄλλα τε καὶ τὸν λιμένα προσχώσαντα τὴν ὀνομαζομένην Ἀκτὴν ποιῆσαι. ἐπεὶ δὲ τῆς Μεσσήνης ἐμνήσθημεν, οὐκ ἀνοίκειον προσθεῖναι νομίζομεν τοῖς προκειμένοις τὰς περὶ τὸν πορθμὸν διηγήσεις. φασὶ γὰρ οἱ παλαιοὶ μυθογράφοι τὴν Σικελίαν τὸ πρὸ τοῦ χερρόνησον οὖσαν ὕστερον γενέσθαι νῆσον διὰ τοιαύτας αἰτίας. τὸν ἰσθμὸν κατὰ τὸ στενώτατον ὑπὸ δυοῖν πλευρῶν θαλάττῃ προσκλυζόμενον ἀναρραγῆναι, καὶ τὸν τόπον ἀπὸ τούτου Ῥήγιον ὀνομασθῆναι, καὶ τὴν ὕστερον πολλοῖς ἔτεσι κτισθεῖσαν πόλιν τυχεῖν τῆς ὁμωνύμου προσηγορίας. ἔνιοι δὲ λέγουσι σεισμῶν μεγάλων γενομένων διαρραγῆναι τὸν αὐχένα τῆς ἠπείρου, καὶ γενέσθαι τὸν πορθμὸν διειργούσης τῆς θαλάττης τὴν ἤπειρον ἀπὸ τῆς νήσου. Ἡσίοδος δ’ ὁ ποιητής φησι τοὐναντίον ἀναπεπταμένου τοῦ πελάγους Ὠρίωνα προσχῶσαι τὸ κατὰ τὴν Πελωρίδα κείμενον ἀκρωτήριον, καὶ τὸ τέμενος τοῦ Ποσειδῶνος κατασκευάσαι, τιμώμενον ὑπὸ τῶν ἐγχωρίων διαφερόντως· ταῦτα δὲ διαπραξάμενον εἰς Εὔβοιαν μεταναστῆναι κἀκεῖ κατοικῆσαι· διὰ δὲ τὴν δόξαν ἐν τοῖς κατ’ οὐρανὸν ἄστροις καταριθμηθέντα τυχεῖν ἀθανάτου μνήμης. περὶ οὗ καὶ ὁ ποιητὴς Ὅμηρος ἐν τῇ Νεκυίᾳ μιμνησκόμενός φησι

τὸν δὲ μέτ’ Ὠρίωνα πελώριον εἰσενόησα
θῆρας ὁμοῦ εἰλεῦντα κατ’ ἀσφοδελὸν λειμῶνα,