Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/628

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
528
DIODORI SICULI

τερον ἐξηγριωμένην ἡμερῶσαι. γεννῆσαι δ’ ἐν αὐτῇ δύο παῖδας, Χάρμον καὶ Καλλίκαρπον. μετὰ δὲ ταῦτα ἄλλας τε νήσους ἐπελθεῖν καὶ κατὰ τὴν Σικελίαν διατρῖψαί τινα χρόνον, διὰ δὲ τὴν ἀφθονίαν τῶν ἐν τῇ νήσῳ καρπῶν καὶ τὸ πλῆθος τῶν ἐν αὐτῇ βοσκομένων κτηνῶν φιλοτιμηθῆναι τοῖς ἐγχωρίοις ἐνδείξασθαι τὰς ἰδίας εὐεργεσίας. διὸ καὶ παρὰ τοῖς κατὰ τὴν Σικελίαν οἰκοῦσι διαφερόντως φασὶ τιμηθῆναι τὸν Ἀρισταῖον ὡς θεόν, καὶ μάλισθ’ ὑπὸ τῶν συγκομιζόντων τὸν τῆς ἐλαίας καρπόν. τὸ δὲ τελευταῖον μυθολογοῦσιν αὐτὸν εἰς Θρᾴκην παραβαλόντα πρὸς Διόνυσον μετασχεῖν τῶν ὀργίων, καὶ συνδιατρίψαντα τῷ θεῷ πολλὰ μαθεῖν παρ’ αὐτοῦ τῶν χρησίμων· περὶ δὲ τὸ ὄρος τὸ καλούμενον Αἷμον οἰκήσαντά τινα χρόνον ἄφαντον γενέσθαι, καὶ τυχεῖν ἀθανάτων τιμῶν οὐ μόνον ἐνταῦθα παρὰ τοῖς βαρβάροις, ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησι.

83  Καὶ περὶ μὲν Ἀρισταίου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ Δάφνιδος καὶ Ἔρυκος πειρασόμεθα διελθεῖν. Ἔρυκά φασιν υἱὸν μὲν γενέσθαι Ἀφροδίτης καὶ Βούτα, βασιλέως τινὸς ἐγχωρίου δόξῃ διαφέροντος· τοῦτον δὲ διὰ τὴν ἀπὸ τῆς μητρὸς εὐγένειαν θαυμασθῆναί τε ὑπὸ τῶν ἐγχωρίων καὶ βασιλεῦσαι μέρους τῆς νήσου. κτίσαι δὲ καὶ πόλιν ἀξιόλογον ὁμώνυμον αὑτῷ, κειμένην ἐπί τινος ὑψηλοῦ τόπου· κατὰ δὲ τὴν ἄκραν τὴν ἐν τῇ πόλει τῆς μητρὸς ἱερὸν ἱδρύσασθαι, καὶ κοσμῆσαι τῇ τε