Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/624

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
524
DIODORI SICULI

ὁρμώμενοι δ’ ἐξ ὀχυρᾶς πόλεως καὶ καταπολεμήσαντές τινας τῶν περιοίκων ἱκανὴν κατεκτήσαντο χώραν. ἀεὶ δὲ μᾶλλον αὐξόμενοι, καὶ κατασκευάσαντες ἱερὸν τῶν Μητέρων, διαφόρως ἐτίμων τὰς θεάς, ἀναθήμασι πολλοῖς κοσμοῦντες τὸ ἱερὸν αὐτῶν. ταύτας δ’ ἀφιδρυθῆναί φασιν ἐκ τῆς Κρήτης διὰ τὸ καὶ παρὰ τοῖς Κρησὶ τιμᾶσθαι τὰς θεὰς ταύτας διαφερόντως. 80  μυθολογοῦσι δ’ αὐτὰς τὸ παλαιὸν θρέψαι τὸν Δία λάθρᾳ τοῦ πατρὸς Κρόνου, ἀνθ’ ὧν αὐτὰς εἰς τὸν οὐρανὸν ἀναβιβασθῆναι καὶ καταστερισθείσας ἄρκτους προσαγορευθῆναι· περὶ ὧν καὶ τὸν Ἄρατον συμφωνοῦντα τούτοις τεθεικέναι κατὰ τὴν τῶν ἄστρων ποίησιν,

ἔμπαλιν εἰς ὤμους τετραμμέναι· εἰ ἐτεόν γε
Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι
οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα
Δίκτῳ ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο
ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν,
Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύσαντο.

οὐκ ἄξιον δὲ παραλιπεῖν τὴν περὶ τὰς θεὰς ἁγνείαν τε καὶ τὴν κατ’ ἀνθρώπους ἐπιφάνειαν. τιμῶσι δ’ αὐτὰς οὐ μόνον οἱ ταύτην τὴν πόλιν οἰκοῦντες, ἀλλὰ καί τινες τῶν ἄλλων περιοίκων θυσίαις τε μεγαλοπρεπέσι καὶ ταῖς ἄλλαις τιμαῖς ἀποσεμνύνουσι τὰς θεάς. ἐνίαις δὲ πόλεσι καὶ πυθόχρηστοι χρησμοὶ προσέταξαν τιμᾶν τὰς θεάς· ἔσεσθαι γὰρ τοῖς τοιούτοις τούς τε τῶν ἰδιωτῶν βίους εὐδαίμονας καὶ τὰς πόλεις εὐθενήσειν. τέλος δὲ προβαινούσης