Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/622

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
522
DIODORI SICULI

ἐξιδροῦν λεληθότως καὶ κατὰ μιχρὸν τοὺς ἐνδιατρίβοντας καὶ μετὰ τέρψεως θεραπεύειν τὰ σώματα μηδὲν παρενοχλουμένους ὑπὸ τῆς θερμότητος. κατὰ δὲ τὸν Ἔρυκα πέτρας οὔσης ἀποτομάδος εἰς ὕψος ἐξαίσιον, καὶ τῆς κατὰ τὸ ἱερὸν τῆς Ἀφροδίτης στενοχωρίας ἀναγκαζούσης ἐπὶ τὸ τῆς πέτρας ἀπόκρημνον ποιήσασθαι τὴν οἰκοδομίαν, κατεσκεύασεν ἐπ’ αὐτοῦ τοῦ κρημνοῦ τοῖχον, προβιβάσας παραδόξως τὸ ὑπερκείμενον τοῦ κρημνοῦ. χρυσοῦν τε κριὸν τῇ Ἀφροδίτῃ τῇ Ἐρυκίνῃ φασὶν αὐτὸν φιλοτεχνῆσαι περιττῶς εἰργασμένον καὶ τῷ κατ’ ἀλήθειαν κριῷ ἀπαρεγχειρήτως ὡμοιωμένον. ἄλλα τε πολλά φασιν αὐτὸν φιλοτεχνῆσαι κατὰ τὴν Σικελίαν, ἃ διὰ τὸ πλῆθος τοῦ χρόνου διέφθαρται.

79  Μίνως δ’ ὁ τῶν Κρητῶν βασιλεὺς θαλαττοκρατῶν κατ’ ἐκείνους τοὺς χρόνους, καὶ πυθόμενος τὴν Δαιδάλου φυγὴν εἰς Σικελίαν, ἔγνω στρατεύειν ἐπ’ αὐτήν. παρασκευασάμενος δὲ δύναμιν ναυτικὴν ἀξιόλογον ἐξέπλευσεν ἐκ τῆς Κρήτης, καὶ κατῆρε τῆς Ἀκραγαντίνης εἰς τὴν ἀπ’ ἐκείνου Μινῴαν καλουμένην. ἀποβιβάσας δὲ τὴν δύναμιν καὶ πέμψας ἀγγέλους πρὸς Κώκαλον τὸν βασιλέα ἐξῄτει τὸν Δαίδαλον εἰς τιμωρίαν. ὁ δὲ Κώκαλος εἰς σύλλογον προκαλεσάμενος καὶ πάντα ποιήσειν ἐπαγγειλάμενος ἐπὶ τὰ ξένια παρέλαβε τὸν Μίνω. λουμένου δ’ αὐτοῦ, Κώκαλος μὲν παρακατασχὼν πλείονα χρόνον