Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/612

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
512
DIODORI SICULI

σεν· Ἀσωπὸς δ’ ἐν Φλιοῦντι κατοικήσας ἔγημε Μετώπην τὴν Λάδωνος, ἐξ ἧς ἐγένοντο δύο μὲν υἱοί, Πελασγὸς καὶ Ἰσμηνός, θυγατέρες δὲ δώδεκα, Κόρκυρα καὶ Σαλαμίς, ἔτι δ’ Αἴγινα καὶ Πειρήνη καὶ Κλεώνη, πρὸς δὲ ταύταις Θήβη τε καὶ Τάναγρα καὶ Θέσπεια καὶ Ἀσωπίς, ἔτι δὲ Σινώπη, πρὸς δὲ ταύταις Ὀρνία καὶ Χαλκίς. τούτων δ’ Ἰσμηνὸς μὲν εἰς Βοιωτίαν ἐλθὼν κατῴκησε περὶ τὸν ποταμὸν τὸν ἀπ’ ἐκείνου τὴν ὁμωνυμίαν λαβόντα, τῶν δὲ θυγατέρων Σινώπη μὲν ὑπὸ Ἀπόλλωνος ἁρπαγεῖσα ἀπηνέχθη πρὸς τοῦτον τὸν τόπον οὗ νῦν ἐστιν ἡ ἀπ’ ἐκείνης ὀνομασθεῖσα πόλις Σινώπη· ἐκ δὲ ταύτης καὶ Ἀπόλλωνος γενόμενος υἱὸς Σύρος ἐβασίλευσε τῶν ἀπ’ ἐκείνου Σύρων ὀνομασθέντων. Κόρκυρα δ’ ὑπὸ Ποσειδῶνος ἀπηνέχθη εἰς νῆσον τὴν ἀπ’ ἐκείνης Κόρκυραν ὀνομαζομένην· ἐκ ταύτης δὲ καὶ Ποσειδῶνος ἐγένετο Φαίαξ, ἀφ’ οὗ τοὺς Φαίακας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας. Φαίακος δ’ ἐγένετο Ἀλκίνοος ὁ τὸν Ὀδυσσέα καταγαγὼν εἰς τὴν Ἰθάκην. Σαλαμὶς δ’ ὑπὸ Ποσειδῶνος ἁρπαγεῖσα ἐκομίσθη εἰς τὴν ἀπ’ αὐτῆς νῆσον Σαλαμῖνα προσαγορευθεῖσαν· αὕτη δὲ μιγεῖσα Ποσειδῶνι Κυχρέα ἐγέννησεν, ὃς βασιλεύσας τῆς νήσου ταύτης καὶ γενόμενος ἐπιφανὴς ἀπέκτεινεν ὄφιν ὑπερφυῆ τὸ μέγεθος καὶ λυμαινόμενον τοὺς ἐγχωρίους. Αἴγινα δ’ ἐκ Φλιοῦντος ὑπὸ Διὸς ἁρπαγεῖσα εἰς νῆσον ἀπεκομίσθη τὴν ἀπ’ ἐκείνης Αἴγιναν ὀνομασθεῖσαν,