βαλέσθαι πείθειν Ἀμφιάραον τὸν μάντιν συστρατεύειν αὐτοῖς ἐπὶ τὰς Θήβας· τοῦ δὲ προγινώσκοντος ὡς ἀπολεῖται συστρατεύσας αὐτοῖς, καὶ διὰ τοῦτο μὴ συγχωροῦντος, Πολυνείκην φασὶ τὸν χρυσοῦν ὅρμον, ὃν Ἀφροδίτην μυθολογοῦσιν Ἁρμονίᾳ δωρήσασθαι, δοῦναι τῇ γυναικὶ τῇ Ἀμφιαράου, ὅπως τὸν ἄνδρα πείσῃ συμμαχῆσαι. καθ’ ὃν δὴ χρόνον Ἀμφιαράου πρὸς Ἄδραστον στασιάζοντος περὶ τῆς βασιλείας, ὁμολογίας θέσθαι πρὸς ἀλλήλους, καθ’ ἃς ἐπέτρεπον κρῖναι περὶ τῶν ἀμφισβητουμένων Ἐριφύλην, γυναῖκα μὲν οὖσαν Ἀμφιαράου, ἀδελφὴν δ’ Ἀδράστου. τῆς δὲ τὸ νίκημα περιθείσης Ἀδράστῳ καὶ περὶ τῆς ἐπὶ Θήβας στρατείας ἀποφηναμένης δεῖν στρατεύειν, ὁ μὲν Ἀμφιάραος δόξας ὑπὸ τῆς γυναικὸς προδεδόσθαι συστρατεύσειν μὲν ὡμολόγησεν, ἐντολὰς δὲ ἔδωκεν Ἀλκμαίωνι τῷ υἱῷ μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἀνελεῖν τὴν Ἐριφύλην. οὗτος μὲν οὖν ὕστερον κατὰ τὰς τοῦ πατρὸς ἐντολὰς ἀνεῖλε τὴν μητέρα, καὶ διὰ τὴν συνείδησιν τοῦ μύσους εἰς μανίαν περιέστη· οἱ δὲ περὶ τὸν Ἄδραστον καὶ Πολυνείκην καὶ Τυδέα προσλαβόμενοι τέτταρας ἡγεμόνας, Ἀμφιάραόν τε καὶ Καπανέα καὶ Ἱππομέδοντα, ἔτι δὲ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως, ἐστράτευσαν ἐπὶ τὰς Θήβας, ἔχοντες δύναμιν ἀξιόλογον. μετὰ δὲ ταῦτα Ἐτεοκλῆς μὲν καὶ Πολυνείκης ἀλλήλους ἀνεῖλον, Καπανεὺς δὲ
Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/601
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
501
IV 65.