Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/600

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
500
DIODORI SICULI

νεανίσκους παραλαβόντας τὴν ἀρχὴν ὁμολογίας θέσθαι πρὸς ἀλλήλους παρ’ ἐνιαυτὸν ἄρχειν. πρεσβυτέρου δ’ ὄντος Ἐτεοκλέους, τοῦτον πρῶτον ἄρξαι, καὶ διελθόντος τοῦ χρόνου μὴ βούλεσθαι παραδιδόναι τὴν βασιλείαν. τὸν δὲ Πολυνείκην κατὰ τὰς ὁμολογίας ἀπαιτεῖν τὴν ἀρχήν· τοῦ δ’ ἀδελφοῦ μὴ ὑπακούοντος φυγεῖν εἰς Ἄργος πρὸς Ἄδραστον τὸν βασιλέα. καθ’ ὃν δὴ χρόνον φασὶ Τυδέα τὸν Οἰνέως ἐν Καλυδῶνι τοὺς ἀνεψιοὺς ἀνελόντα Ἀλκάθουν καὶ Λυκωπέα φυγεῖν ἐκ τῆς Αἰτωλίας εἰς Ἄργος. Ἄδραστον δ’ ἀμφοτέρους ὑποδεξάμενον φιλοφρόνως κατά τι λόγιον συνοικίσαι τὰς θυγατέρας αὐτοῖς, Ἀργείαν μὲν Πολυνείκει, Δηιπύλην δὲ Τυδεῖ. εὐδοκιμούντων δὲ τῶν νεανίσκων καὶ μεγάλης ἀποδοχῆς ὑπὸ τοῦ βασιλέως τυγχανόντων, φασὶ τὸν Ἄδραστον χαριζόμενον αὐτοῖς ἐπαγγείλασθαι κατάξειν ἀμφοτέρους εἰς τὰς πατρίδας. κρίναντος δ’ αὐτοῦ πρῶτον καταγαγεῖν τὸν Πολυνείκην, ἄγγελον εἰς τὰς Θήβας ἀποστεῖλαι Τυδέα πρὸς Ἐτεοκλέα περὶ τῆς καθόδου. ἐνταῦθά φασι τὸν μὲν Τυδέα ἐνεδρευθέντα κατὰ τὴν ὁδὸν ὑπὸ Ἐτεοκλέους πεντήκοντα ἀνδράσιν ἅπαντας ἀνελεῖν καὶ παραδόξως εἰς τὸ Ἄργος διασωθῆναι, τὸν δ’ Ἄδραστον πυθόμενον τὰ συμβάντα παρασκευάσασθαι τὰ πρὸς τὴν στρατείαν, πείσαντα μετασχεῖν τοῦ πολέμου Καπανέα τε καὶ Ἱππομέδοντα καὶ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως. τοὺς δὲ περὶ τὸν Πολυνείκην ἐπι-