Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/591

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
491
IV 59. 60.

πολλοὺς ἀνθρώπους ἀναιροῦσαν, ἀπέκτεινεν. ἐκόλασε δὲ καὶ Σκείρωνα τὸν οἰκοῦντα τῆς Μεγαρίδος τὰς ὀνομαζομένας ἀπ’ ἐκείνου Σκειρωνίδας πέτρας· οὗτος γὰρ εἰώθει τοὺς παριόντας ἀναγκάζειν ἀπονίπτειν ἑαυτὸν ἐπί τινος ἀποκρήμνου τόπου, λακτίσματι δ’ ἄφνω τύπτων περιεκύλιε κατὰ τῶν κρημνῶν εἰς θάλατταν κατὰ τὴν ὀνομαζομένην Χελώνην. ἀνεῖλε δὲ καὶ περὶ τὴν Ἐλευσῖνα Κερκυόνα τὸν διαπαλαίοντα τοῖς παριοῦσι καὶ τὸν ἡττηθέντα διαφθείροντα. μετὰ δὲ ταῦτα τὸν ὀνομαζόμενον Προκρούστην ἀπέκτεινε, τὸν οἰκοῦντα ἐν τῷ λεγομένῳ Κορυδαλλῷ τῆς Ἀττικῆς· οὗτος δὲ τοὺς παριόντας ὁδοιπόρους ἠνάγκαζεν ἐπί τινος κλίνης ἀναπίπτειν, καὶ τῶν μὲν μακροτέρων τὰ ὑπερέχοντα μέρη τοῦ σώματος ἀπέκοπτε, τῶν δ’ ἐλαττόνων τοὺς πόδας προέκρουεν, ἀφ’ οὗπερ Προκρούστης ὠνομάσθη. κατορθώσας δὲ τὰ προειρημένα κατήντησεν εἰς τὰς Ἀθήνας, καὶ τὸν Αἰγέα διὰ τῶν συμβόλων ἀνεγνώρισε. μετὰ δὲ ταῦτα τὸν ἐν Μαραθῶνι ταῦρον, ὃν Ἡρακλῆς τελῶν ἆθλον ἐκ Κρήτης ἀπήγαγεν εἰς Πελοπόννησον, συμπλακεὶς καὶ κρατήσας τοῦ ζῴου ἀπήγαγεν εἰς τὰς Ἀθήνας· τοῦτον δ’ Αἰγεὺς παραλαβὼν ἔθυσεν Ἀπόλλωνι.

60  Λείπεται δ’ ἡμῖν εἰπεῖν περὶ Μινωταύρου τοῦ ἀναιρεθέντος ὑπὸ Θησέως, ἵνα συντελέσωμεν τὰς τοῦ Θησέως πράξεις. ἀναγκαῖον δ’ ἐστὶ προσανα-