Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/582

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
482
DIODORI SICULI

συγγενῆ τὸν τοῦ βασιλέως οἶκον ποιῆσαι. ἀγανακτούσης δὲ τῆς γυναικὸς καὶ θεοὺς μαρτυρομένης τοὺς ἐπόπτας γενομένους τῶν ὅρκων, φασὶ τὸν Ἰάσονα καταφρονήσαντα τῶν ὅρκων γῆμαι τὴν τοῦ βασιλέως θυγατέρα. τὴν δὲ Μήδειαν ἐξελαυνομένην ἐκ τῆς πόλεως, καὶ μίαν ἡμέραν παρὰ τοῦ Κρέοντος λαβοῦσαν εἰς τὴν τῆς φυγῆς παρασκευήν, εἰς μὲν τὰ βασίλεια νυκτὸς εἰσελθεῖν ἀλλοιώσασαν τοῖς φαρμάκοις τὴν αὑτῆς ὄψιν, καὶ τὴν οἰκίαν ὑφάψαι, ῥίζιόν τι προσθεῖσαν, εὑρημένον μὲν ὑπὸ Κίρκης τῆς ἀδελφῆς, δύναμιν δ’ ἔχον, ἐπὰν ἐξαφθῇ, δυσκατάσβεστον. ἄφνω δὲ φλεγομένων τῶν βασιλείων, τὸν μὲν Ἰάσονα ταχέως ἐκπηδῆσαι, τὴν δὲ Γλαύκην καὶ τὸν Κρέοντα τοῦ πυρὸς περικαταλαβόντος διαφθαρῆναι. τινὲς δὲ τῶν συγγραφέων φασὶ τοὺς μὲν υἱοὺς τῆς Μηδείας δῶρα κομίσαι τῇ νύμφῃ φαρμάκοις κεχριμένα, τὴν δὲ Γλαύκην δεξαμένην καὶ τῷ σώματι περιθεμένην αὐτήν τε συμφορᾷ περιπεσεῖν καὶ τὸν πατέρα βοηθοῦντα καὶ τοῦ σώματος ἁψάμενον τελευτῆσαι. τὴν δὲ Μήδειαν ἐπιτυχοῦσαν τοῖς πρώτοις ἐγχειρήμασιν οὐκ ἀποστῆναι τῆς Ἰάσονος τιμωρίας. ἐπὶ τοσοῦτο γὰρ προελθεῖν αὐτὴν ὀργῆς ἅμα καὶ ζηλοτυπίας, ἔτι δ’ ὠμότητος, ὥστ’ ἐπεὶ διέφυγε τὸν μετὰ τῆς νύμφης κίνδυνον, τῇ σφαγῇ τῶν κοινῶν τέκνων ἐμβαλεῖν αὐτὸν εἰς τὰς μεγίστας συμφοράς· πλὴν γὰρ ἑνὸς τοῦ διαφυγόντος τοὺς ἄλλους υἱοὺς ἀποσφάξαι [καὶ τὰ σώματα τού-