Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/561

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
461
IV 41. 42.

ελθόντας ἑλέσθαι σφῶν αὐτῶν στρατηγὸν Ἡρακλέα, προκρίναντας κατ’ ἀνδρείαν. 42  ἔπειτ’ ἐκ τῆς Ἰωλκοῦ τὸν ἔκπλουν ποιησαμένους, καὶ παραλλάξαντας τόν τε Ἄθω καὶ Σαμοθρᾴκην, χειμῶνι περιπεσεῖν, καὶ προσενεχθῆναι τῆς Τρῳάδος πρὸς Σίγειον. ἐνταῦθα δ’ αὐτῶν τὴν ἀπόβασιν ποιησαμένων, εὑρεθῆναί φασι παρθένον δεδεμένην παρὰ τὸν αἰγιαλὸν διὰ τοιαύτας αἰτίας. λέγεται τὸν Ποσειδῶνα διὰ τὴν μυθολογουμένην τῶν Τρωικῶν τειχῶν κατασκευὴν μηνίσαντα Λαομέδοντι τῷ βασιλεῖ κῆτος ἀνεῖναι ἐκ τοῦ πελάγους πρὸς τὴν χώραν· ὑπὸ δὲ τούτου τούς τε παρὰ τὸν αἰγιαλὸν διατρίβοντας καὶ τοὺς γεωργοῦντας τὴν παραθαλάττιον παραδόξως συναρπάζεσθαι· πρὸς δὲ τούτοις λοιμὸν ἐμπεσεῖν εἰς τὰ πλήθη καὶ καρπῶν παντελῆ φθοράν, ὥστε πάντας ἐκπλήττεσθαι τὸ μέγεθος τῆς περιστάσεως. διὸ καὶ συντρεχόντων τῶν ὄχλων εἰς ἐκκλησίαν καὶ ζητούντων ἀπαλλαγὴν τῶν ἀτυχημάτων, λέγεται τὸν βασιλέα πέμψαι πρὸς τὸν Ἀπόλλω τοὺς ἐπερωτήσοντας περὶ τῶν συμβεβηκότων. ἐκπεσόντος οὖν χρησμοῦ μῆνιν ὑπάρχειν Ποσειδῶνος, καὶ τότε ταύτην λήξειν ὅταν οἱ Τρῶες τὸ λαχὸν τῶν τέκνων ἑκουσίως παραδῶσι βορὰν τῷ κήτει, φασὶν ἁπάντων εἰς τὸν κλῆρον ἐμβαινόντων ἐπανελθεῖν εἰς Ἡσιόνην τὴν τοῦ βασιλέως θυγατέρα· διόπερ τὸν Λαομέδοντα συναναγκασθέντα παραδοῦναι τὴν παρθένον καὶ δεσμοῖς καταλαβόμενον ἀπολιπεῖν παρὰ τὸν αἰγιαλόν. ἐνταῦθα δὲ τὸν μὲν Ἡρακλέα μετὰ τῶν Ἀργο-