Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/540

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
440
DIODORI SICULI

θῶν ταῖς Ἀμαζόσι συνέβη δύναμιν ἀξιόλογον ἀθροισθῆναι, μεθ’ ἧς αἱ προηγούμεναι τῶν Ἀμαζονίδων περαιωθεῖσαι τὸν Κιμμέριον Βόσπορον προῆγον διὰ τῆς Θρᾴκης. τέλος δὲ πολλὴν τῆς Εὐρώπης ἐπελθοῦσαι κατήντησαν εἰς τὴν Ἀττικήν, καὶ κατεστρατοπέδευσαν ὅπου νῦν ἐστι τὸ καλούμενον ἀπ’ ἐκείνων Ἀμαζονεῖον. Θησεὺς δὲ πυθόμενος τὴν τῶν Ἀμαζόνων ἔφοδον ἐβοήθει ταῖς πολιτικαῖς δυνάμεσιν, ἔχων μεθ’ ἑαυτοῦ τὴν Ἀμαζονίδα Ἀντιόπην, ἐξ ἧς ἦν πεπαιδοποιημένος υἱὸν Ἱππόλυτον. συνάψας δὲ μάχην ταῖς Ἀμαζόσι, καὶ τῶν Ἀθηναίων ὑπερεχόντων ταῖς ἀνδραγαθίαις, ἐνίκησαν οἱ περὶ τὸν Θησέα, καὶ τῶν ἀντιταχθεισῶν Ἀμαζονίδων ἃς μὲν κατέκοψαν, ἃς δ’ ἐκ τῆς Ἀττικῆς ἐξέβαλον. συνέβη δὲ καὶ τὴν Ἀντιόπην συναγωνισαμένην τἀνδρὶ Θησεῖ, καὶ κατὰ τὴν μάχην ἀριστεύουσαν, ἡρωικῶς καταστρέψαι τὸν βίον. αἱ δ’ ὑπολειφθεῖσαι τῶν Ἀμαζόνων ἀπογνοῦσαι τὴν πατρῴαν γῆν, ἐπανῆλθον μετὰ τῶν Σκυθῶν εἰς τὴν Σκυθίαν καὶ μετ’ ἐκείνων κατῴκησαν. ἡμεῖς δ’ ἀρκούντως περὶ τούτων διεληλυθότες ἐπάνιμεν πάλιν ἐπὶ τὰς Ἡρακλέους πράξεις.

29  Τετελεκότος γὰρ αὐτοῦ τοὺς ἄθλους, καὶ τοῦ θεοῦ χρήσαντος συμφέρειν πρὸ τῆς εἰς θεοὺς μεταλλαγῆς ἀποικίαν εἰς Σαρδὼ πέμψαι καὶ τοὺς ἐκ τῶν Θεσπιάδων αὐτῷ γενομένους υἱοὺς ἡγεμόνας ποιῆσαι ταύτης, ἔκρινε τὸν ἀδελφιδοῦν Ἰόλαον ἐκ-