Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/443

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
343
IIΙ 48. 49.

μένη καρπὸν φέρειν δαψιλῆ, νομάδες δ’ ὅσοι τῶν κτηνῶν τὴν ἐπιμέλειαν ποιούμενοι τὰς τροφὰς ἔχουσιν ἀπὸ τούτων· ἀμφότερα δὲ τὰ γένη ταῦτα βασιλέας ἔχει καὶ βίον οὐ παντελῶς ἄγριον οὐδ’ ἀνθρωπίνης ἡμερότητος ἐξηλλαγμένον. τὸ δὲ τρίτον γένος οὔτε βασιλέως ὑπακοῦον οὔτε τοῦ δικαίου λόγον οὐδ’ ἔννοιαν ἔχον ἀεὶ λῃστεύει, ἀπροσδοκήτως δὲ τὰς ἐμβολὰς ἐκ τῆς ἐρήμου ποιούμενον ἁρπάζει τὰ παρατυχόντα, καὶ ταχέως ἀνακάμπτει πρὸς τὸν αὐτὸν τόπον. πάντες δ’ οἱ Λίβυες οὗτοι θηριώδη βίον ἔχουσιν, ὑπαίθριοι διαμένοντες καὶ τὸ τῶν ἐπιτηδευμάτων ἄγριον ἐζηλωκότες· οὔτε γὰρ ἡμέρου διαίτης οὔτ’ ἐσθῆτος μετέχουσιν, ἀλλὰ δοραῖς αἰγῶν σκεπάζουσι τὰ σώματα. τοῖς δὲ δυνάσταις αὐτῶν πόλεις μὲν τὸ σύνολον οὐχ ὑπάρχουσι, πύργοι δὲ πλησίον τῶν ὑδάτων, εἰς οὓς ἀποτίθενται τὰ πλεονάζοντα τῆς ὠφελείας. τοὺς δ’ ὑποτεταγμένους λαοὺς κατ’ ἐνιαυτὸν ἐξορκίζουσι πειθαρχήσειν· καὶ τῶν μὲν ὑπακουσάντων ὡς συμμάχων φροντίζουσι, τῶν δὲ μὴ προσεχόντων θάνατον καταγνόντες ὡς λῃσταῖς πολεμοῦσιν. ὁ δ’ ὁπλισμὸς αὐτῶν ἐστιν οἰκεῖος τῆς τε χώρας καὶ τῶν ἐπιτηδευμάτων· κοῦφοι γὰρ ὄντες τοῖς σώμασι καὶ χώραν οἰκοῦντες κατὰ τὸ πλεῖστον πεδιάδα, πρὸς τοὺς κινδύνους ὁρμῶσι λόγχας ἔχοντες τρεῖς καὶ λίθους ἐν ἄγγεσι σκυτίνοις· ξίφος δ’ οὐ φοροῦσιν οὐδὲ κράνος οὐδ’ ὅπλον οὐδὲν ἕτερον, στοχαζόμενοι τοῦ προτερεῖν ταῖς εὐκινησίαις ἐν τοῖς διωγμοῖς καὶ πάλιν ἐν ταῖς ἀπο-