Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/390

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
290
DIODORI SICULI

τούτων παραδοξότερον εἶναι τὸν βίον συμβέβηκεν, ὡς ἂν ἄδιψον ἐχόντων καὶ ἀπαθῆ τὴν φύσιν. ἀπὸ γὰρ τῶν οἰκουμένων τόπων εἰς τὴν ἔρημον ὑπὸ τῆς τύχης ἐκτετοπισμένοι τῆς μὲν ἀπὸ τῶν ἰχθύων ἄγρας εὐποροῦσιν, ὑγρὰν δὲ τροφὴν οὐκ ἐπιζητοῦσι. προσφερόμενοι γὰρ τὸν ἰχθῦν ἔγχυλον, μικρὰν ἔχοντα τῶν ὠμῶν τὴν παραλλαγήν, οὐχ οἷον ὑγρὰν τροφὴν ἐπιζητοῦσιν, ἀλλ’ οὐδ’ ἔννοιαν ἔχουσι ποτοῦ. στέργουσι δὲ τὴν ἐξ ἀρχῆς δίαιταν ὑπὸ τῆς τύχης αὐτοῖς προσκληρωθεῖσαν, εὐδαιμονίαν ἡγούμενοι τὴν ἐκ τῆς ἐνδείας αὐτοῦ τοῦ λυποῦντος ὑπεξαίρεσιν. τὸ δὲ πάντων παραδοξότατον, ἀπαθείᾳ τοσοῦτον ὑπερβάλλουσι πάντας ὥστε μὴ ῥᾳδίως πιστευθῆναι τὸν λόγον. καίτοι γε πολλοὶ τῶν ἀπ’ Αἰγύπτου πλεόντων διὰ τῆς Ἐρυθρᾶς θαλάττης ἔμποροι μέχρι τοῦ νῦν, πολλάκις προσπεπλευκότες πρὸς τὴν τῶν Ἰχθυοφάγων χώραν, ἐξηγοῦνται σύμφωνα τοῖς ὑφ’ ἡμῶν εἰρημένοις περὶ τῶν ἀπαθῶν ἀνθρώπων. καὶ ὁ τρίτος δὲ Πτολεμαῖος, ὁ φιλοτιμηθεὶς περὶ τὴν θήραν τῶν ἐλεφάντων τῶν περὶ τὴν χώραν ταύτην ὄντων, ἐξέπεμψεν ἕνα τῶν φίλων, ὄνομα Σιμμίαν, κατασκεψόμενον τὴν χώραν· οὗτος δὲ μετὰ τῆς ἁρμοττούσης χορηγίας ἀποσταλεὶς ἀκριβῶς, ὥς φησιν Ἀγαθαρχίδης ὁ Κνίδιος ἱστοριογράφος, ἐξήτασε τὰ κατὰ τὴν παραλίαν ἔθνη. φησὶν οὖν τὸ τῶν ἀπαθῶν Αἰθιόπων ἔθνος τὸ σύνολον ποτῷ μὴ χρῆσθαι, μηδὲ τὴν φύσιν αὐτῶν ἐπιζητεῖν διὰ τὰς προειρημένας αἰτίας. καθόλου δ’ ἀποφαίνεται μήτ’ εἰς σύλλογον