Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/365

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
265
ΙI 59. 60.

διατετάχθαι δ’ ἐπί τινας ὡρισμένας ἡμέρας ποτὲ μὲν ἰχθύων βρῶσιν, ποτὲ δὲ ὀρνέων, ἔστι δ’ ὅτε χερσαίων, ἐνίοτε δὲ ἐλαιῶν καὶ τῶν λιτοτάτων προσοψημάτων. ἐναλλὰξ δὲ αὐτοὺς τοὺς μὲν ἀλλήλοις διακονεῖν, τοὺς δὲ ἁλιεύειν, τοὺς δὲ περὶ τὰς τέχνας εἶναι, ἄλλους δὲ περὶ ἄλλα τῶν χρησίμων ἀσχολεῖσθαι, τοὺς δ’ ἐκ περιόδου κυκλικῆς λειτουργεῖν, πλὴν τῶν ἤδη γεγηρακότων. ἔν τε ταῖς ἑορταῖς καὶ ταῖς εὐωχίαις λέγεσθαί τε καὶ ᾄδεσθαι παρ’ αὐτοῖς εἰς τοὺς θεοὺς ὕμνους καὶ ἐγκώμια, μάλιστα δὲ εἰς τὸν ἥλιον, οὗ τάς τε νήσους καὶ ἑαυτοὺς προσαγορεύουσι. θάπτουσι δὲ τοὺς τελευτήσαντας ὅταν ἄμπωτις γένηται καταχωννύντες εἰς τὴν ἅμμον, ὥστε κατὰ τὴν πλημυρίδα τὸν τόπον ἐπιχώννυσθαι. τοὺς δὲ καλάμους, ἐξ ὧν ὁ καρπὸς τῆς τροφῆς γίνεται, φασὶ σπιθαμιαίους ὄντας τὸ πάχος κατὰ τὰς τῆς σελήνης ἀναπληρώσεις ἀναπληροῦσθαι, καὶ πάλιν κατὰ τὰς ἐλαττώσεις ἀνὰ λόγον ταπεινοῦσθαι. τὸ δὲ τῶν θερμῶν πηγῶν ὕδωρ γλυκὺ καὶ ὑγιεινὸν ὂν διαφυλάττει τὴν θερμασίαν, καὶ οὐδέποτε ψύχεται, ἐὰν μὴ ψυχρὸν ὕδωρ ἢ οἶνος συμμίσγηται.

60  Ἑπτὰ δ’ ἔτη μείναντας παρ’ αὐτοῖς τοὺς περὶ τὸν Ἰαμβοῦλον ἐκβληθῆναι ἄκοντας, ὡς κακούργους καὶ πονηροῖς ἐθισμοῖς συντεθραμμένους. πάλιν οὖν τὸ πλοιάριον κατασκευάσαντας συναναγκασθῆναι τὸν χωρισμὸν ποιήσασθαι, καὶ τροφὴν ἐνθεμένους πλεῦσαι πλέον ἢ τέτταρας μῆνας· ἐκπεσεῖν δὲ κατὰ