Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/359

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
259
ΙI 55. 56.

στέψαι τοὺς σκεψομένους καὶ καθαρμὸν ποιησομένους τοῦ ἔθνους ἐξαποστεῖλαι. τούτους δὲ πλεύσαντας πέλαγος μέγα καὶ χειμασθέντας ἐν μησὶ τέτταρσι προσενεχθῆναι τῇ προσημανθείσῃ νήσῳ, στρογγύλῃ μὲν ὑπαρχούσῃ τῷ σχήματι, τὴν δὲ περίμετρον ἐχούσῃ σταδίων ὡς πεντακισχιλίων. 56  ἤδη δ’ αὐτῶν ἐγγιζόντων τῇ νήσῳ τῶν ἐγχωρίων τινὰς ἀπαντήσαντας καταγαγεῖν τὸ σκάφος· τοὺς δὲ κατὰ τὴν νῆσον συνδραμόντας θαυμάζειν μὲν τὸν τῶν ξένων κατάπλουν, προσενεχθῆναι δὲ αὐτοῖς ἐπιεικῶς καὶ μεταδιδόναι τῶν παρ’ αὐτοῖς χρησίμων. εἶναι δὲ τοὺς τὴν νῆσον οἰκοῦντας ταῖς τε τῶν σωμάτων ἰδιότησι καὶ ταῖς ἀγωγαῖς πολὺ διαλλάττοντας τῶν κατὰ τὴν ἡμετέραν οἰκουμένην· πάντας μὲν γὰρ παραπλησίους εἶναι τοῖς ἀναπλάσμασι τῶν σωμάτων, καὶ κατὰ τὸ μέγεθος ὑπεράγειν τοὺς τέτταρας πήχεις, τὰ δὲ ὀστᾶ τοῦ σώματος ἔχειν ἐπὶ ποσὸν καμπτόμενα καὶ πάλιν ἀποκαθιστάμενα παραπλησίως τοῖς νευρώδεσι τόποις. εἶναι δὲ τοῖς σώμασιν ἁπαλοὺς μὲν καθ’ ὑπερβολήν, εὐτονωτέρους δὲ πολὺ τῶν παρ’ ἡμῖν· δραξαμένων γὰρ αὐτῶν ταῖς χερσὶν ὁδηποτοῦν μηδένα δύνασθαι τὸ τοῖς δακτύλοις περιληφθὲν ἐκτρέψαι. τρίχας δ’ ἁπλῶς μηδαμῇ τοῦ σώματος ἔχειν πλὴν ἐν τῇ κεφαλῇ καὶ ὀφρύσι καὶ βλεφάροις, ἔτι δὲ καὶ πώγωνι, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος οὕτω λεῖα ὥστε μηδὲ τὸν ἐλάχιστον χνοῦν ἐν τῷ σώματι φαίνεσθαι. εἶναι δὲ καὶ τῷ κάλλει διαπρεπεῖς καὶ ταῖς ἄλλαις περιγραφαῖς τοῦ σώματος