Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/349

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
249
ΙI 48. 49.

λων ἀγαθῶν εὐδαίμονα Ἀραβίαν προσαγορευθῆναι. κάλαμον μὲν γὰρ καὶ σχοῖνον καὶ τὴν ἄλλην ὕλην τὴν ἀρωματίζουσαν πολλὴν φέρει καὶ καθόλου παντοδαπὰς φύλλων εὐωδίας, καὶ τῶν ἀποσταζόντων δακρύων ὀσμαῖς ποικίλαις διείληπται· τήν τε γὰρ σμύρναν καὶ τὸν προσφιλέστατον τοῖς θεοῖς εἴς τε τὴν οἰκουμένην ἅπασαν διαπόμπιμον λιβανωτὸν αἱ ταύτης ἐσχατιαὶ φέρουσι. τοῦ δὲ κόστου καὶ κασίας, ἔτι δὲ κιναμώμου καὶ τῶν ἄλλων τῶν τοιούτων χόρτοι καὶ θάμνοι βαθεῖαι τοσαῦται πεφύκασιν ὥστε τὰ παρὰ τοῖς ἄλλοις σπανίως ἐπὶ βωμοὺς θεῶν τιθέμενα παρ’ ἐκείνοις καὶ κλιβάνων ὑπάρχειν ἐκκαύματα, καὶ τὰ παρὰ τοῖς ἄλλοις μικρῷ δείγματι ὑπάρχοντα παρ’ ἐκείνοις στιβάδας οἰκετικὰς ἐπὶ τῶν οἰκιῶν παρέχεσθαι. τό τε καλούμενον κινάμωμον διάφορον χρείαν παρεχόμενον καὶ ῥητίνη καὶ τερέβινθος ἄπλατος εὐώδης φύεται περὶ τοὺς τόπους. ἐν δὲ τοῖς ὄρεσιν οὐ μόνον ἐλάτη καὶ πεύκη φύεται δαψιλής, ἀλλὰ καὶ κέδρος καὶ ἄρκευθος ἄπλατος καὶ τὸ καλούμενον βόρατον. πολλαὶ δὲ καὶ ἄλλαι φύσεις εὐώδεις καρποφοροῦσαι τὰς ἀπορροίας καὶ προσπνεύσεις ἔχουσι τοῖς ἐγγίσασι προσηνεστάτας. καὶ γὰρ αὐτὸ τὸ τῆς γῆς ἔχει τι φυσικὸν ἔνατμον καὶ θυμιάμασιν ἡδέσιν ἐοικός. διὸ καὶ κατά τινας τόπους τῆς Ἀραβίας ὀρυττομένης τῆς γῆς εὑρίσκονται φλέβες εὐώδεις, ὧν μεταλλευομένων ἐξαίσιοι τὸ μέγεθος λατομίαι γίνονται· ἐκ δὲ τούτων τὰς οἰκίας συλλέγοντες κατασκευάζουσιν, αἷς ὅταν ἐκ τοῦ περι-