Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/334

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
234
DIODORI SICULI

γόντα τὰς κώμας εἰς τοὺς εὐθέτους τόπους, τιμᾶν τε καταδεῖξαι τὸ θεῖον καὶ νόμους εἰσηγήσασθαι καὶ δικαστήρια, καθόλου δὲ πολλῶν καὶ καλῶν ἔργων εἰσηγητὴν γενόμενον θεὸν νομισθῆναι καὶ τυχεῖν ἀθανάτων τιμῶν. ἱστοροῦσι δ’ αὐτὸν καὶ γυναικῶν πλῆθος μετὰ τοῦ στρατοπέδου περιάγεσθαι, καὶ κατὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τυμπάνοις καὶ κυμβάλοις κεχρῆσθαι, μήπω σάλπιγγος εὑρημένης. βασιλεύσαντα δὲ πάσης τῆς Ἰνδικῆς ἔτη δύο πρὸς τοῖς πεντήκοντα γήρᾳ τελευτῆσαι. διαδεξαμένους δὲ τοὺς υἱοὺς αὐτοῦ τὴν ἡγεμονίαν ἀεὶ τοῖς ἀφ’ ἑαυτῶν ἀπολιπεῖν τὴν ἀρχήν· τὸ δὲ τελευταῖον πολλαῖς γενεαῖς ὕστερον καταλυθείσης τῆς ἡγεμονίας δημοκρατηθῆναι τὰς πόλεις.

39  Περὶ μὲν οὖν τοῦ Διονύσου καὶ τῶν ἀπογόνων αὐτοῦ τοιαῦτα μυθολογοῦσιν οἱ τὴν ὀρεινὴν τῆς Ἰνδικῆς κατοικοῦντες. τόν τε Ἡρακλέα φασὶ παρ’ αὑτοῖς γεγενῆσθαι, καὶ παραπλησίως τοῖς Ἕλλησι τό τε ῥόπαλον καὶ τὴν λεοντῆν αὐτῷ προσάπτουσι. τῇ δὲ τοῦ σώματος ῥώμῃ καὶ ἀλκῇ πολλῷ τῶν ἄλλων ἀνθρώπων διενεγκεῖν, καὶ καθαρὰν ποιῆσαι τῶν θηρίων γῆν τε καὶ θάλατταν. γήμαντα δὲ πλείους γυναῖκας υἱοὺς μὲν πολλούς, θυγατέρα δὲ μίαν γεννῆσαι, καὶ τούτων ἐνηλίκων γενομένων πᾶσαν τὴν Ἰνδικὴν διελόμενον εἰς ἴσας τοῖς τέκνοις μερίδας, ἅπαντας τοὺς υἱοὺς ἀποδεῖξαι βασιλέας, μίαν δὲ θυγατέρα θρέψαντα καὶ ταύτην βασίλισσαν ἀποδεῖξαι. κτίστην τε πόλεων οὐκ ὀλίγων γενέσθαι,