Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/310

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
210
DIODORI SICULI

μὲν Μήδους ἐπιθέσθαι τῇ βασιλείᾳ, Πέρσας δ’ ἐπ’ ἐλευθερίᾳ κοινωνῆσαι τῆς συνωμοσίας. παραπλησίως δὲ καὶ ὁ Βέλεσυς τούς τε Βαβυλωνίους ἔπεισεν ἀντέχεσθαι τῆς ἐλευθερίας, καὶ πρεσβεύσας εἰς Ἀραβίαν παρεστήσατο τὸν ἡγούμενον τῶν ἐγχωρίων, ὄντα φίλον αὐτοῦ καὶ ξένον, μετασχεῖν τῆς ἐπιθέσεως. τοῦ δ’ ἐνιαυσίου χρόνου διελθόντος πάντες οὗτοι πλῆθος στρατιωτῶν συναγαγόντες ἧκον πανδημεὶ πρὸς τὴν Νίνον, τῷ μὲν λόγῳ διαδοχὴν ἄγοντες, ὡς ἦν σύνηθες, τῇ δ’ ἀληθείᾳ καταλύσοντες τὴν τῶν Ἀσσυρίων ἡγεμονίαν. ἀθροισθέντων οὖν τῶν προειρημένων τεττάρων ἐθνῶν εἰς ἕνα τόπον, ὁ μὲν σύμπας αὐτῶν ἀριθμὸς ὑπῆρχεν εἰς τετταράκοντα μυριάδας, εἰς μίαν δὲ παρεμβολὴν συνελθόντες ἐβουλεύοντο κοινῇ περὶ τοῦ συμφέροντος. 25  Σαρδανάπαλλος δὲ γνοὺς τὴν ἀπόστασιν εὐθὺς ἐξήγαγεν ἐπ’ αὐτοὺς τὰς ἀπὸ τῶν ἄλλων ἐθνῶν δυνάμεις. καὶ τὸ μὲν πρῶτον γενομένης ἐν τῷ πεδίῳ παρατάξεως ἐλείφθησαν οἱ τὴν ἀπόστασιν ποιησάμενοι, καὶ πολλοὺς ἀποβαλόντες συνεδιώχθησαν εἰς ὄρος ἀπέχον τῆς Νίνου σταδίους ἑβδομήκοντα· μετὰ δὲ ταῦτα πάλιν καταβάντων αὐτῶν εἰς τὸ πεδίον καὶ πρὸς μάχην παρασκευαζομένων, ὁ μὲν Σαρδανάπαλλος ἀντιτάξας τὴν ἰδίαν στρατιὰν προαπέστειλε πρὸς τὸ τῶν πολεμίων στρατόπεδον τοὺς κηρύξοντας διότι Σαρδανάπαλλος τοῖς μὲν ἀνελοῦσιν Ἀρβάκην τὸν Μῆδον δώσει χρυσίου διακόσια τάλαντα, τοῖς δὲ ζῶντα παραδοῦσι χρή-