Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/304

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
204
DIODORI SICULI

επίβολον οὖσαν καὶ τολμηρὰν κατασχεῖν τὴν ἀρχήν, καὶ μέχρι γήρως βασιλεύσασαν πολλὰ καὶ μεγάλα κατεργάσασθαι. περὶ μὲν οὖν τῶν κατὰ [τὴν] Σεμίραμιν τοιαύτας ἀντιλογίας εἶναι συμβαίνει παρὰ τοῖς συγγραφεῦσι.

21  Μετὰ δὲ τὸν ταύτης θάνατον Νινύας ὁ Νίνου καὶ Σεμιράμιδος υἱὸς παραλαβὼν τὴν ἀρχὴν ἦρχεν εἰρηνικῶς, τὸ φιλοπόλεμον καὶ κεκινδυνευμένον τῆς μητρὸς οὐδαμῶς ζηλώσας. πρῶτον μὲν γὰρ ἐν τοῖς βασιλείοις τὸν ἅπαντα χρόνον διέτριβεν, ὑπ’ οὐδενὸς ὁρώμενος πλὴν τῶν παλλακίδων καὶ τῶν περὶ αὐτὸν εὐνούχων, ἐζήλου δὲ τρυφὴν καὶ ῥᾳθυμίαν καὶ τὸ μηδέποτε κακοπαθεῖν μηδὲ μεριμνᾶν, ὑπολαμβάνων βασιλείας εὐδαίμονος εἶναι τέλος τὸ πάσαις χρῆσθαι ταῖς ἡδοναῖς ἀνεπικωλύτως. πρὸς δὲ τὴν ἀσφάλειαν τῆς ἀρχῆς καὶ τὸν κατὰ τῶν ἀρχομένων γινόμενον φόβον κατ’ ἐνιαυτὸν μετεπέμπετο στρατιωτῶν ἀριθμὸν ὡρισμένον καὶ στρατηγὸν ἀπὸ ἔθνους ἑκάστου, καὶ τὸ μὲν ἐκ πάντων ἀθροισθὲν στράτευμα ἐκτὸς τῆς πόλεως συνεῖχεν, ἑκάστου τῶν ἐθνῶν τὸν εὐνούστατον τῶν περὶ αὑτὸν ἀποδεικνύων ἡγεμόνα· τοῦ δ’ ἐνιαυτοῦ διελθόντος μετεπέμπετο πάλιν ἀπὸ τῶν ἐθνῶν τοὺς ἴσους στρατιώτας, καὶ τοὺς προτέρους ἀπέλυεν εἰς τὰς πατρίδας. οὗ συντελουμένου συνέβαινε τοὺς ὑπὸ τὴν βασιλείαν τεταγμένους ἅπαντας καταπεπλῆχθαι, θεωροῦντας ἀεὶ μεγάλας δυνάμεις ἐν ὑπαίθρῳ στρατοπεδευομένας καὶ τοῖς ἀφισταμένοις ἢ μὴ πειθαρ-