Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/188

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
88
DIODORI SICULI

πόλιν τόπον πληροῦσα, πλὴν ᾗ τὸ χῶμα κατεσκεύαστο, θαυμαστὴν ἐποίει τὴν ὀχυρότητα. οὕτω δὲ καλῶς ὁ κτίσας αὐτὴν ἐστοχάσατο τῆς τῶν τόπων εὐκαιρίας ὥστε τοὺς ἑξῆς βασιλεῖς σχεδὸν ἅπαντας καταλιπόντας τὰς Θήβας τά τε βασίλεια καὶ τὴν οἴκησιν ἐν ταύτῃ ποιεῖσθαι. διόπερ ἀπὸ τούτων τῶν χρόνων ἤρξατο ταπεινοῦσθαι μὲν τὰ περὶ τὰς Θήβας, αὔξεσθαι δὲ τὰ περὶ τὴν Μέμφιν, ἕως Ἀλεξάνδρου τοῦ βασιλέως· τούτου γὰρ ἐπὶ θαλάττῃ τὴν ἐπώνυμον αὐτῷ πόλιν οἰκίσαντος οἱ κατὰ τὸ ἑξῆς βασιλεύσαντες τῆς Αἰγύπτου πάντες ἐφιλοτιμήθησαν εἰς τὴν ταύτης αὔξησιν. οἱ μὲν γὰρ βασιλείοις μεγαλοπρεπέσιν, οἱ δὲ νεωρίοις καὶ λιμέσιν, οἱ δ’ ἑτέροις ἀναθήμασι καὶ κατασκευάσμασιν ἀξιολόγοις ἐπὶ τοσοῦτον ἐκόσμησαν αὐτὴν ὥστε παρὰ τοῖς πλείστοις πρώτην ἢ δευτέραν ἀριθμεῖσθαι τῶν κατὰ τὴν οἰκουμένην πόλεων. ἀλλὰ περὶ μὲν ταύτης τὰ κατὰ μέρος ἐν τοῖς ἰδίοις χρόνοις ἀναγράψομεν. 51  ὁ δὲ τὴν Μέμφιν κτίσας μετὰ τὴν τοῦ χώματος καὶ τῆς λίμνης κατασκευὴν ᾠκοδόμησε βασίλεια τῶν μὲν παρὰ τοῖς ἄλλοις οὐ λειπόμενα, τῆς δὲ τῶν προβασιλευσάντων μεγαλοψυχίας καὶ φιλοκαλίας οὐκ ἄξια. οἱ γὰρ ἐγχώριοι τὸν μὲν ἐν τῷ ζῆν χρόνον εὐτελῆ παντελῶς εἶναι νομίζουσι, τὸν δὲ μετὰ τὴν τελευτὴν δι’ ἀρετὴν μνημονευθησόμενον περὶ πλείστου ποιοῦνται, καὶ τὰς μὲν τῶν ζώντων οἰκήσεις καταλύσεις ὀνομάζουσιν, ὡς ὀλίγον