Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/169

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
69
Ι 39.

φερόμενος· νῦν δὲ πλείω τῶν ἑξακισχιλίων σταδίων διά τῆς Αἰθιοπίας ῥέων τὴν πλήρωσιν ἔχει πρὶν ἢ ψαῦσαι τῆς Αἰγύπτου. ἔπειτ’ εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν κατὰ την ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν εἶναι τὰς ῥαγάδας συνέβαινε, καθ’ ἃς ἀδύνατον ἦν διαμένειν τοσοῦτο πλῆθος ὕδατος· εἰ δ’ ὑψηλότερον τόπον ἐπεῖχεν ὁ ποταμὸς τῶν ἀραιωμάτων, ἀδύνατον ἦν ἐκ τῶν ταπεινοτέρων κοιλωμάτων εἰς την ὑψηλοτέραν ἐπιφάνειαν τὴν τῶν ὑγρῶν σύρρυσιν γίνεσθαι. καθόλου δὲ τίς ἂν δυνατὸν ἡγήσαιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων ἱδρῶτας τοσαύτην αὔξησιν τοῦ ποταμοῦ ποιεῖν ὥστε ὑπ’ αὑτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζεσθαι; ἀφίημι γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν τοῖς ἀραιώμασι τηρουμένων ὑδάτων, ἐμφανῶν ὄντων τῶν ἐν τούτοις ἐλέγχων. ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ την Ἁσίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον, ἐν ᾗ τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον οὐδὲν θεωρεῖται γινόμενον. ὁμοίως δὲ τούτω περὶ μὲν την Ἁκαρνανίαν ὁ καλούμενος Ἁχελῷος ποταμός, περὶ δὲ τὴν Βοιωτίαν ὁ Κηφισὸς φερόμενος ἐκ τῶν Φωκέων προσκέχωκεν οὐκ ὀλίγην χώραν, ἐφ’ ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τὸ ψεῦδος τοῦ συγγραφέως. ἀλλά γὰρ οὐκ ἄν τις παρ’ Ἐφόρῳ ζητήσειεν ἐκ παντὸς τρόπου τἀκριβές, ὁρῶν αὐτὸν ἐν πολλοῖς ὠλιγωρηκότα τῆς ἀληθείας. 40  τῶν