Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/159

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
59
Ι 35. 36.

ἀγρίων ὑῶν, τρεῖς ἐξ ἀμφοτέρων τῶν μερῶν, ὦτα δὲ καὶ κέρκον καὶ φωνὴν ἵππῳ παρεμφερῆ, τὸ δ’ ὅλον κύτος τοῦ σώματος οὐκ ἀνόμοιον ἐλέφαντι, καὶ δέρμα πάντων σχεδὸν τῶν θηρίων ἰσχυρότατον. ποτάμιον γὰρ ὑπάρχον καὶ χερσαῖον τὰς μὲν ἡμέρας ἐν τοῖς ὕδασι ποιεῖ γυμναζόμενον κατὰ βάθους, τὰς δὲ νύκτας ἐπὶ τῆς χώρας κατανέμεται τόν τε σῖτον καὶ τὸν χόρτον, ὥστε εἰ πολύτεκνον ἦν τοῦτο τὸ ζῷον καὶ κατ’ ἐνιαυτὸν ἔτικτεν, ἐλυμαίνετ’ ἂν ὁλοσχερῶς τὰς γεωργίας τὰς κατ’ Αἴγυπτον. ἁλίσκεται δὲ καὶ τοῦτο πολυχειρίᾳ τῶν τυπτόντων τοῖς σιδηροῖς ἐμβολίοις· ὅπου γὰρ ἂν φανῇ, συνάγουσιν ἐπ’ αὐτὸ πλοῖα, καὶ περιστάντες κατατραυματίζουσιν ὥσπερ τισὶ κοπεῦσιν ἐπὶ σιδηροῖς ἀγκίστροις, εἶθ’ ἑνὶ τῶν ἐμπαγέντων ἐνάπτοντες ἀρχὰς στυππίνας ἀφιᾶσι, μέχρι ἂν ὅτου παραλυθῇ γενόμενον ἔξαιμον. τὴν μὲν οὖν σάρκα σκληρὰν ἔχει καὶ δύσπεπτον, τῶν δ’ ἔντοσθεν οὐδὲν ἐδώδιμον, οὔτε σπλάγχνον οὔτ’ ἐγκοίλιον.

36  Χωρὶς δὲ τῶν εἰρημένων θηρίων ὁ Νεῖλος ἔχει παντοῖα γένη ἰχθύων καὶ κατὰ τὸ πλῆθος ἄπιστα· τοῖς γὰρ ἐγχωρίοις οὐ μόνον ἐκ τῶν προσφάτως ἁλισκομένων παρέχεται δαψιλῆ τὴν ἀπόλαυσιν, ἀλλὰ καὶ πλῆθος εἰς ταριχείαν ἀνίησιν ἀνέκλειπτον. καθόλου δὲ ταῖς εἰς ἀνθρώπους εὐεργεσίαις ὑπερβάλλει πάντας τοὺς κατὰ τὴν οἰκουμένην ποταμούς. τῆς γὰρ πληρώσεως τὴν ἀρχὴν ἀπὸ θερινῶν τροπῶν