Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/147

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
47
Ι 28. 29.

λαβόντα τὴν ἡγεμονίαν καταδεῖξαι τὰς τελετὰς τῆς Δήμητρος ἐν Ἐλευσῖνι καὶ τὰ μυστήρια ποιῆσαι, μετενεγκόντα τὸ περὶ τούτων νόμιμον ἐξ Αἰγύπτου. καὶ τῆς θεοῦ δὲ παρουσίαν εἰς τὴν Ἀττικὴν γεγονυῖαν κατὰ τούτους τοὺς χρόνους παραδεδόσθαι κατὰ λόγον, ὡς ἂν τῶν ἐπωνύμων ταύτης καρπῶν τότε κομισθέντων εἰς τὰς Ἀθήνας, καὶ διὰ τοῦτο δόξαι πάλιν ἐξ ἀρχῆς τὴν εὕρεσιν γεγονέναι τοῦ σπέρματος, δωρησαμένης τῆς Δήμητρος. ὁμολογεῖν δὲ καὶ τοὺς Ἀθηναίους ὅτι βασιλεύοντος Ἐρεχθέως καὶ τῶν καρπῶν διὰ τὴν ἀνομβρίαν προηφανισμένων ἡ τῆς Δήμητρος ἐγένετο παρουσία πρὸς αὐτοὺς καὶ ἡ δωρεὰ τοῦ σίτου. πρὸς δὲ τούτοις αἱ τελεταὶ καὶ τὰ μυστήρια ταύτης τῆς θεοῦ τότε κατεδείχθησαν ἐν Ἐλευσῖνι. τά τε περὶ τὰς θυσίας καὶ τὰς ἀρχαιότητας ὡσαύτως ἔχειν Ἀθηναίους καὶ τοὺς Αἰγυπτίους· τοὺς μὲν γὰρ Εὐμολπίδας ἀπὸ τῶν κατ’ Αἴγυπτον ἱερέων μετενηνέχθαι, τοὺς δὲ Κήρυκας ἀπὸ τῶν παστοφόρων. τήν τε Ἶσιν μόνους τῶν Ἑλλήνων ὀμνύειν, καὶ ταῖς ἰδέαις καὶ τοῖς ἤθεσιν ὁμοιοτάτους εἶναι τοῖς Αἰγυπτίοις. πολλὰ δὲ καὶ ἄλλα τούτοις παραπλήσια λέγοντες φιλοτιμότερον ἤπερ ἀληθινώτερον, ὥς γ’ ἐμοὶ φαίνεται, τῆς ἀποικίας ταύτης ἀμφισβητοῦσι διὰ τὴν δόξαν τῆς πόλεως. καθόλου δὲ πλείστας ἀποικίας Αἰγύπτιοί φασιν ἐκπέμψαι τοὺς ἑαυτῶν προγόνους ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης διά τε τὴν ὑπεροχὴν τῶν βασιλευ-