Σελίδα:Diodori Bibliotheca Historica, I (1888).djvu/129

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
29
Ι 17. 18. 19.

ρωνα, τοῦ δὲ κατὰ τὸν σῖτον σπόρου καὶ τῆς ὅλης συγκομιδῆς Τριπτόλεμον. πάντων δ’ εὐτρεπῶν γενομένων τὸν Ὄσιριν, εὐξάμενον τοῖς θεοῖς θρέψειν τὴν κόμην μέχρι ἂν εἰς Αἴγυπτον ἀνακάμψῃ, τὴν πορείαν ποιεῖσθαι δι’ Αἰθιοπίας· δι’ ἣν αἰτίαν μέχρι τῶν νεωτέρων χρόνων ἐνισχῦσαι τὸ περὶ τῆς κόμης νόμιμον παρ’ Αἰγυπτίοις, καὶ τοὺς ποιουμένους τὰς ἀποδημίας μέχρι τῆς εἰς οἶκον ἀνακομιδῆς κομοτροφεῖν. ὄντι δ’ αὐτῷ περὶ τὴν Αἰθιοπίαν ἀχθῆναι λέγουσι πρὸς αὐτὸν τὸ τῶν Σατύρων γένος, οὕς φασιν ἐπὶ τῆς ὀσφύος ἔχειν κόμας. εἶναι γὰρ τὸν Ὄσιριν φιλογέλωτά τε καὶ χαίροντα μουσικῇ καὶ χοροῖς· διὸ καὶ περιάγεσθαι πλῆθος μουσουργῶν, ἐν οἷς παρθένους ἐννέα δυναμένας ᾄδειν καὶ κατὰ τὰ ἄλλα πεπαιδευμένας, τὰς παρὰ τοῖς Ἕλλησιν ὀνομαζομένας Μούσας· τούτων δ’ ἡγεῖσθαι τὸν Ἀπόλλωνα λέγουσιν, ἀφ’ οὗ καὶ Μουσηγέτην αὐτὸν ὠνομάσθαι. τούς τε Σατύρους πρὸς ὄρχησιν καὶ μελῳδίαν καὶ πᾶσαν ἄνεσιν καὶ παιδιὰν ὄντας εὐθέτους παραληφθῆναι πρὸς τὴν στρατείαν· οὐ γὰρ πολεμικὸν εἶναι τὸν Ὄσιριν οὐδὲ παρατάξεις συνίστασθαι καὶ κινδύνους, ἅτε παντὸς ἔθνους ὡς θεὸν ἀποδεχομένου διὰ τὰς εὐεργεσίας. κατὰ δὲ τὴν Αἰθιοπίαν διδάξαντα τοὺς ἀνθρώπους τὰ περὶ τὴν γεωργίαν καὶ πόλεις ἀξιολόγους κτίσαντα καταλιπεῖν τοὺς ἐπιμελησομένους τῆς χώρας καὶ φόρους πραξομένους.

19  Τούτων δ’ ὄντων περὶ ταῦτα, τὸν Νεῖλόν φασι