Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/92

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

τῷ κήπῳ ὅταν τῶν φυομένων θριδακινῶν τὰς ἐκφύσεις τὰς πικρὰς ἀποκλῶ καὶ ἀφαιρῶ, οὐδὲν ἡ μήτηρ αὐτῶν λυπεῖται, ἀλλὰ θάλλει μᾶλλον καὶ μείζων καὶ γλυκίων γίνεται. οὕτω καὶ ἐγώ, ὦ βασιλεῦ, τὸν βλάπτοντα τὴν ἐμὴν οἰκίαν καὶ τὸν τῶν ἀδελφῶν βίον θεωρῶν ἀπολλύμενον καὶ τῆς κακουργίας τῆς ἐς αὐτοὺς παυόμενον καὶ αὐτὸς αὐξηθήσομαι καὶ τοῖς λοιποῖς τοῖς κατὰ γένος συνέσομαι τὰ αὐτὰ ἐμοὶ εὖ πάσχουσιν.᾿ ὧν ἀκούσας Ἀρταξέρξης ἐπῄνεσε μὲν τὸν Ῥακώκην καὶ τῶν βασιλικῶν δικαστῶν ἐποίησεν ἕνα, εἰπὼν πρὸς τοὺς παρόντας ὅτι ὁ περὶ τῶν ἰδίων παίδων οὕτω δικαίως ἀποφαινόμενος πάντως καὶ ἐν τοῖς ἀλλοτρίοις ἀκριβὴς ἔσται δικαστὴς καὶ ἀδέκαστος, ἀφῆκε δὲ καὶ τὸν νεανίαν τῆς παρούσης τιμωρίας, ἀπειλῶν αὐτῷ θανάτου τρόπον βαρύτατον, ἐὰν ἐπὶ τοῖς φθάσασιν ἀδικῶν φωραθῇ ἕτερα.


B

1 καὶ ταῦτα Σωκράτους πρὸς Ἀλκιβιάδην. ὃ μὲν ἠγωνία καὶ ἐδεδίει πάνυ σφόδρα ἐς τὸν δῆμον παρελθεῖν τὸ μειράκιον· ἐπιθαρσύνων δὲ αὐτὸν καὶ ἐγείρων ὁ Σωκράτης ῾οὐ καταφρονεῖσ᾽ εἶπεν ῾ἐκείνου τοῦ σκυτοτόμου;᾿ τὸ ὄνομα ἐπειπὼν αὐτοῦ. φήσαντος δὲ τοῦ Ἀλκιβιάδου ὑπολαβὼν πάλιν ὁ Σωκράτης ῾ἔτι δὲ ἐκείνου τοῦ ἐν τοῖς κύκλοις κηρύττοντος ἢ ἐκείνου τοῦ σκηνορράφου;᾿ ὁμολογοῦντος δὲ τοῦ μειρακίου ῾οὐκοῦν᾽ ἔφη ὁ Σωκράτης ῾ὁ δῆμος ὁ Ἀθηναίων ἐκ τοιούτων ἤθροισται· καὶ εἰ τῶν καθ᾽ ἕνα καταφρονεῖς, καταφρονητέον ἄρα καὶ τῶν ἠθροισμέ-