Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/91

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

βούλεται δέ σε καὶ τῇ φιάλῃ ταύτῃ ἀρυτόμενον πίνειν ἐξ ἐκείνου τοῦ ὕδατος.

33 Ῥοιὰν ἐπὶ λίκνου μεγίστην Ὠμίσης Ἀρταξέρξῃ τῷ βασιλεῖ ἐλαύνοντι τὴν Περσίδα προσεκόμισε. τὸ μέγεθος οὖν αὐτῆς ὑπερεκπλαγεὶς ὁ βασιλεὺς ῾ἐκ ποίου παραδείσοὐ φησὶ ῾λαβὼν φέρεις μοι τὸ δῶρον τοῦτο;᾿ τοῦ δὲ εἰπόντος ὅτι οἴκοθεν καὶ ἐκ τῆς αὑτοῦ γεωργίας, ὑπερήσθη καὶ δῶρα μὲν αὐτῷ βασιλικὰ ἔπεμψε καὶ ἐπεῖπε ῾νὴ τὸν Μίθραν, ἀνὴρ οὗτος ἐκ τῆς ἐπιμελείας ταύτης δυνήσεται καὶ πόλιν κατά γε τὴν ἐμὴν κρίσιν ἐκ μικρᾶς μεγάλην ποιῆσαι.᾿ ἔοικε δὲ ὁ λόγος ὁμολογεῖν οὗτος ὅτι πάντα ἐκ τῆς ἐπιμελείας καὶ τῆς διαρκοῦς φροντίδος καὶ τῆς σπουδῆς τῆς ἀνελλιποῦς καὶ τῶν κατὰ φύσιν δύναιτο ἂν κρείττονα γενέσθαι.

34 Ἀνὴρ γένει Μάρδος, ὄνομα Ῥακώκης, παῖδας εἶχεν ἑπτά. τούτων ὁ νεώτατος ἐκαλεῖτο Καρτώμης, κακὰ δὲ πολλὰ τοὺς ἄλλους εἰργάζετο. καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο αὐτὸν ὁ πατὴρ παιδεύειν καὶ ῥυθμίζειν λόγῳ· ἐπεὶ δὲ οὐκ ἐπείθετο, τῶν δικαστῶν τῶν περιχώρων ἀφικομένων ἔνθα ᾤκει ὁ τοῦ νεανίσκου πατήρ, ἀλλ᾽ ἐκεῖνός γε συλλαβὼν τὸ παιδίον καὶ τὼ χεῖρε ὀπίσω περιαγαγὼν αὐτοῦ, πρὸς τοὺς δικαστὰς ἤγαγε καὶ ὅσα αὐτῷ τετόλμητο πάντα ἀκριβῶς κατηγόρησε, καὶ ᾔτει παρὰ τῶν δικαστῶν ἀποκτεῖναι τὸν νεανίσκον. οἳ δὲ ἐξεπλάγησαν, καὶ αὐτοὶ μὲν ἐφ᾽ ἑαυτῶν οὐκ ἔκριναν τὴν καταδικάζουσαν ἀγαγεῖν ψῆφον, ἀμφοτέρους δὲ ἐπὶ τὸν βασιλέα τῶν Περσῶν τὸν Ἀρταξέρξην ἤγαγον. τὰ αὐτὰ δὲ λέγοντος τοῦ Μάρδου ὑπολαβὼν ὁ βασιλεὺς ἔφη ῾εἶτα τολμήσεις τοῖς ὀφθαλμοῖς τοῖς σεαυτοῦ τὸν υἱὸν ἀποθνήσκοντα ὑπομεῖναι;᾿ ὃ δὲ ἔφη ῾πάντων μάλιστα· ἐπεὶ καὶ ἐν