Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/90

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Μνήμονι. ἀποληφθέντα οὖν θορυβηθῆναι δέει τοῦ νόμου καὶ αἰδοῖ τοῦ βασιλέως. οὐκ ἔχων δὲ ὅ τι χρήσαιτο τῷ παρόντι, ἡττηθῆναι τῶν ἄλλων Περσῶν μὴ φέρων μηδὲ ἄτιμος δόξαι τῷ μὴ δωροφορῆσαι βασιλέα, ἀλλ᾽ οὗτός γε πρὸς τὸν ποταμὸν τὸν πλησίον παραρρέοντα ᾧ Κῦρός ἐστιν ὄνομα ἐλθὼν σὺν σπουδῇ καὶ ᾗ ποδῶν εἶχε μάλιστα, ἐπικύψας ἀμφοτέραις ταῖς χερσὶν ἀρυσάμενος τοῦ ὕδατος ῾βασιλεὖ φησὶν ῾Ἀρταξέῥ̣̣̓, δἰ αἰῶνος βασιλεύοις. νῦν μὲν οὖν σε ὅπῃ τε καὶ ὅπως ἔχω τιμῶ, ὡς ἂν μὴ ἀγέραστος τὸ γοῦν ἐμὸν παρέλθῃς. τιμῶ δέ σε Κύρου ποταμοῦ ὕδατι. ὅταν δὲ ἐπὶ τὸν σταθμὸν τὸν σὸν παραγένῃ, οἴκοθεν, ὡς ἂν ἐμαυτοῦ κράτιστα καὶ πολυτελέστατα χωρήσω, οὕτω τιμήσω σε, καὶ δὴ οὐδὲν ἂν ἐλάττων γενοίμην τινὸς τῶν ἄλλων τῶν ἤδη σε δεξιωσαμένων τοῖς δώροις.᾿ ἐπὶ τούτοις ὁ Ἀρταξέρξης ἥσθη καὶ ῾δέχομαι ἡδέωσ᾽ φησὶν ῾ἄνθρωπε, τὸ δῶρον, καὶ τιμῶ γε αὐτὸ τῶν πάνυ πολυτελῶν, καὶ ἰσοστάσιον ἐκείνοις λέγω· πρῶτον μέν, ὅτι ὕδωρ ἐστὶ τὸ πάντων ἄριστον, δεύτερον δέ, ὅτι Κύρου ὄνομα ἐν ἑαυτῷ φέρει. καὶ σὺ δέ μοι καταλύοντι ἐν τῷ σταθμῷ πάντως ἐπιφάνηθι.᾿ ταῦτα εἰπὼν προσέταξε τοὺς εὐνούχους λαβεῖν τὸ ἐξ αὐτοῦ δῶρον· οἳ δὲ τὴν ταχίστην προσδραμόντες ἐς χρυσῆν φιάλην ἐδέξαντο ἐκ τῶν χειρῶν αὐτοῦ τὸ ὕδωρ. ἐλθὼν δὲ ἔνθα κατέλυεν ὁ βασιλεὺς ἔπεμψε τῷ ἀνδρὶ τῷ Πέρσῃ στολὴν Περσικὴν καὶ φιάλην χρυσῆν καὶ χιλίους δαρεικούς, καὶ προσέταξε τὸν κομίζοντα αὐτὰ εἰπεῖν τῷ λαμβάνοντι ῾κελεύει σε βασιλεὺς ἐκ μὲν τούτου τοῦ χρυσίου εὐφραίνειν τὴν σεαυτοῦ ψυχήν, ἐπεὶ καὶ σὺ τὴν ἐκείνου εὔφρανας, μὴ αὐτὸν ἀγέραστον μηδὲ ἄτιμον ἐάσας, ἀλλ᾽ ὡς ἤδη ἐχώρει ταύτῃ τιμήσας.