Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/86

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

καὶ δι᾽ ἡμῶν ἀνυσθήσεται καὶ μὴ προσκυνήσαντι.᾿ ὁ τοίνυν Ἰσμηνίας ῾ἄγε μἐ εἶπε, καὶ προσελθὼν καὶ ἐμφανὴς τῷ βασιλεῖ γενόμενος, περιελόμενος τὸν δακτύλιον ἔρριψεν ἀδήλως παρὰ τοὺς πόδας, καὶ ταχέως ἐπικύψας, ὡς δὴ προσκυνῶν, πάλιν ἀνείλετο αὐτόν· καὶ δόξαν μὲν ἀπέστειλε τῷ Πέρσῃ προσκυνήσεως, οὐ μὴν ἔδρασεν οὐδὲν τῶν ἐν τοῖς Ἕλλησιν αἰσχύνην φερόντων. πάντα οὖν ὅσα ἠβουλήθη κατεπράξατο, οὐδὲ ἠτύχησέ τι ἐκ τοῦ Πέρσου.

22 Δῶρα τὰ ἐκ βασιλέως διδόμενα τοῖς παρ᾽ αὐτὸν ἥκουσι πρεσβευταῖς, εἴτε παρὰ τῶν Ἑλλήνων ἀφίκοιντο εἴτε ἑτέρωθεν, ταῦτ᾽ ἦν. τάλαντον μὲν ἑκάστῳ Βαβυλώνιον ἐπισήμου ἀργυρίου, ταλαντιαῖαι δὲ φιάλαι δύο ἀργυραῖ. δύναται δὲ τὸ τάλαντον τὸ Βαβυλώνιον δύο καὶ ἑβδομήκοντα μνᾶς Ἀττικάς. ψέλια δὲ καὶ ἀκινάκην ἐδίδου καὶ στρεπτόν, χιλίων δαρεικῶν ἄξια ταῦτα, καὶ στολὴν ἐπ᾽ αὐτοῖς Μηδικήν· ὄνομα δὲ τῇ στολῇ δωροφορική.

23 Ἐν τοῖς Ἕλλησι τοῖς πάλαι μακρᾷ τῇ δόξῃ διέπρεπε Γοργίας ὁ Λεοντῖνος Φιλολάου καὶ Πρωταγόρας Δημοκρίτου, τῇ δὲ σοφίᾳ τοσοῦτον ἐλείποντο, ὅσον ἀνδρῶν παῖδες. ἔοικε γάρ πως ἡ δόξα μὴ πάνυ τι ἀκριβὲς μήτε ὁρᾶν μήτε ἀκούειν· ἔνθεν τοι καὶ πολλὰ σφάλλεται, καὶ τὰ μὲν καταχαρίζεται, τὰ δὲ ψεύδεται.

24 Καύκωνος τοῦ Ποσειδῶνος καὶ Ἀστυδαμείας τῆς Φόρβαντος γίνεται παῖς Λεπρεύς, ὅσπερ οὖν συνεβούλευσε τῷ Αὐγέᾳ δῆσαι τὸν Ἡρακλῆ, ὅτε αὐτὸν ἀπῄτει τὸν ὑπὲρ τοῦ ἄθλου μισθὸν Ἡρακλῆς. ἦν οὖν οἷα εἰκὸς πολέμιος τῷ Ἡρακλεῖ ὁ Λεπρεὺς ἐκ τῆς τοιαύτης συμβουλῆς. χρόνῳ δὲ ὕστερον ὁ μὲν τοῦ Διὸς παῖς ἐς Καύκωνος ἀφίκετο, δεηθείσης δὲ τῆς