Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/255

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἄρας καὶ ὑποστρέφειν ἐπὶ τὰς αἶγας πάλιν. ἐμέλλησα δ᾽ ἂν τὴν κάκιστα ἀπολουμένην Θηβαΐδα αὐλουμένην πρός με ἀράμενος μέσην εἶτα ῥίψας ἐς τὸ κλινίδιον ἔχεσθαι τῆς σπουδῆς. ἀπόλοιτο δὲ ὁ στρατιώτης ὁ διακωλύσας με· Θρασυλέων, οἶμαι, ἦν ὄνομα αὐτῷ ἢ ἄλλο τι τοιοῦτον συμπεπλεγμένον θηρίῳ.


Φιλέριφος Σιμύλῳ.

10 Πέπυσμαί σου τὸν ὗν εἶναι λάγνην. τί οὖν αὐτὸν οὐ βίᾳ συλλαβὼν τομίαν εἰργάσω, ὥσπερ εἰώθαμεν τοὺς τράγους ἡμεῖς; τοῦτο γάρ τοι καὶ τὰ ζῷα ἀναπείθει ἡσυχίαν τε ἔχειν καὶ σωφρονεῖν εὖ μάλα. εἰμὶ δὲ ἐγὼ περὶ ταῦτα δήπου δεινός· ἀποφανῶ γὰρ παραχρῆμα ὁλόκληρον, σάξας ἁλῶν καὶ ἐπαλείψας πίτταν· εἶτα ὑγιεινότερος ἔσται Κρότωνος δήπου καὶ κολοκύντης, καὶ ἐρῶν παύσεται καὶ ἐπιτρίβων σοι τὴν οὐσίαν. ἐνόρχην δὲ ἀκόλαστον ὑγιαίνων τρέφοι τίς ἄν;


Λαμπρίας Τρύφῃ.

11 Ἀγαθὰς διώκειν οἱ νεανίσκοι τρέφουσι κύνας, δρομικώτερον δὲ λαγὼν οὐδὲ ἀσαρκότερον οὐδεπώποτε ἐθεασάμην· θαῦμα γὰρ ὅπως καὶ κατέλαβον αὐτόν. ἐπεὶ γὰρ ἐδάρη καὶ τὸ δέρμα ἀπεδύσατο, φανερὸς τηνικαῦτα ἐγένετο, μᾶλλον δὲ ῾οὐ γὰρ ὀρθῶς λέγὠ ἀφανής ἐστι νῦν ἔτι πλέον. σὺ δέ, ὦ Τρύφη, κιχλίζουσα παῦσαι πρός με· ἐὰν γάρ σε, ὦ κακόδαιμον, ὁ πατὴρ ἴδῃ, λήψῃ τι πάντως κακόν. ἐγὼ δὲ αὐτὸν ὑποδέδοικα καίτοι παρόντα ὄντα· σὺ δὲ οὐκ οἶδα ὅπως διατέθρυψαι καὶ καταφρονεῖς αὐτοῦ.