Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/244

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἐπεὶ δὲ ἐκεῖνοι μίαν φωνὴν ταύτην ἀκούοντες ἐγκρατεῖς ταύτης ἐγένοντο, ἄλλον ἄλλοσε διαφῆκεν, οἰόμενος διαρρεύσειν τῶν ὀρνίθων τὸ ὑπὲρ ἑαυτοῦ μέλος. οἳ δὲ τὸ πτερὸν ἀπολύσαντες ἅπαξ καὶ ἐλευθερίας λαβόμενοι καὶ ἐς ἤθη τὰ σύντροφα αὐτοῖς ἐλθόντες, τὰ οἰκεῖα ᾖδον καὶ τὰ τῶν ὀρνίθων ἐμουσούργουν, μακρὰ χαίρειν εἰπόντες Ἄννωνι καὶ μαθήμασι τοῖς ἐν τῇ δουλείᾳ.

31 Πτολεμαῖος ὁ Τρύφων ῾τοῦτο γὰρ αὐτὸν ἐκάλουν ἐκ τοῦ βίοὐ γυναικὸς ὡραίας ἐντυχεῖν αὐτῷ βουλομένης ὃ δὲ ἔφη ῾ἀπηγόρευσέ μοι ἡ ἀδελφὴ παρὰ γυναικὸς καλῆς λόγον δέξασθαι.᾿ ἣ δὲ ἀτρέπτως πάνυ καὶ ἐμμελῶς ῾παρὰ καλοῦ λάβοις ἄν;᾿ εἶπε. καὶ ἐκεῖνος ἀκούσας ἐπῄνεσε.

32 Λακεδαιμόνιος ἀνὴρ Τιμανδρίδας ὄνομα ἀποδημήσας τὸν υἱὸν ἀπέλιπε μελεδωνὸν τῆς οἰκίας. εἶτα ἐπανελθὼν χρόνῳ ὕστερον καὶ εὑρὼν τὴν οὐσίαν ποιήσαντα ἧς ἀπέλιπε πλείω, ἔφη πολλοὺς ἀδικεῖσθαι ὑπ᾽ αὐτοῦ θεούς τε καὶ οἰκείους καὶ ξένους· τὰ γὰρ περιττὰ τούτων ἐς ἐκείνους ἀναλίσκεσθαι ὑπὸ τῶν ἐλευθέρων. τὸ δὲ ζῶντα μὲν φαίνεσθαι πένητα, τελευτήσαντα δὲ καταφωραθῆναι πλούσιον, ἀλλὰ τοῦτο τῶν ἐν ἀνθρώποις ἐστὶν αἴσχιστον.

33 Διελέγετο ὑπέρ τινων ὁ Πλάτων, παρὼν δ᾽ ὁ Διογένης ὀλίγον αὐτῷ προσεῖχεν. ἠγανάκτησεν οὖν ἐπὶ τούτοις ὁ Ἀρίστωνος καὶ ἔφη ῾ἐπάκουσον τῶν λόγων, κύον.᾿ καὶ ὃς οὐδὲν διαταραχθεὶς ῾ἀλλ᾽ ἐγὢ εἶπεν ῾οὐκ ἐπανῆλθον ἐκεῖσε ὅθεν ἐπράθην, ὥσπερ οἱ κύνες,᾿ αἰνιττόμενος αὐτοῦ τὴν ἐς Σικελίαν ὁδόν. εἰώθει δέ φασιν ὁ Πλάτων περὶ Διογένους λέγειν, ὅτι μαινόμενος οὗτος Σωκράτης ἐστίν.

34 Αἰγύπτιοί φασι παρ᾽ Ἑρμοῦ τὰ νόμιμα ἐκμουσω-