Σελίδα:Claudii Aeliani De natura animalium libri XVII, Varia historia, Epistolae fragmenta V.2.djvu/240

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἀναθεὶς ἀλλ᾽ ὁ ποιήσας ἕξει. δῆλον γὰρ ὡς οἱ ὁρῶντες τὴν τέχνην ἔμελλον τὸν Πολύκλειτον ἀλλ᾽ οὐκ ἐκεῖνον ἄγασθαι.

17 Σωκράτης ἔλεγεν Ἀρχέλαον ἐς τὴν οἰκίαν τετρακοσίας μνᾶς ἀναλῶσαι, Ζεῦξιν μισθωσάμενον τὸν Ἡρακλεώτην, ἵνα αὐτὴν καταγράφοι, ἐς ἑαυτὸν δὲ οὐδέν. διὸ πόρρωθεν μὲν ἀφικνεῖσθαι σὺν σπουδῇ πολλῇ τοὺς βουλομένους θεάσασθαι τὴν οἰκίαν· δι᾽ αὐτὸν δὲ Ἀρχέλαον μηδένα ἐς Μακεδόνας στέλλεσθαι, ἐὰν μή τινα ἀναπείσῃ χρήμασι καὶ δελεάσῃ, ὑφ᾽ ὧν οὐκ ἂν αἱρεθῆναι τὸν σπουδαῖον.

18 Ἀνὴρ Χῖος ὀργιζόμενος τῷ οἰκέτῃ ῾ἐγώ σἐ ἔφη ῾οὐκ ἐς μύλην ἐμβαλῶ, ἀλλ᾽ ἐς Ὀλυμπίαν ἄξω.᾿ πολλῷ γὰρ ᾤετο πικροτέραν ὡς τὸ εἰκὸς εἶναι τιμωρίαν ἐκεῖνος ἐν Ὀλυμπίᾳ θεώμενον ὑπὸ τῆς ἀκτῖνος ὀπτᾶσθαι ἢ ἀλεῖν μύλῃ παραδοθέντα.

19 Ἀρχύτας τά τε ἄλλα ἦν σώφρων καὶ οὖν καὶ τὰ ἄκοσμα ἐφυλάττετο τῶν ὀνομάτων. ἐπεὶ δέ ποτε ἐβιάζετό τι εἰπεῖν τῶν ἀπρεπῶν, οὐκ ἐξενικήθη, ἀλλ᾽ ἐσιώπησε μὲν αὐτό, ἐπέγραψε δὲ κατὰ τοῦ τοίχου, δείξας μὲν ὃ εἰπεῖν ἐβιάζετο, οὐ μὴν βιασθεὶς εἰπεῖν.

20 Συβαρίτης ἀνὴρ παιδαγωγὸς ῾καὶ γὰρ οὖν μετὰ τῶν ἄλλων Συβαριτῶν καὶ αὐτοὶ ἐτρύφων᾽ τοῦ παιδός, ὃν ἦγε διὰ τῆς ὁδοῦ, ἰσχάδι περιτυχόντος καὶ ἀνελομένου, ἐπέπληξεν αὐτῷ ἰσχυρότατα· γελοιότατα δὲ αὐτὸς τὸ εὕρημα παρὰ τοῦ παιδὸς ἁρπάσας κατέτραγεν. ὅτε τοῦτο ἀνελεξάμην ἐν ἱστορίαις Συβαριτικαῖς, ἐγέλασα· ἔδωκα δὲ αὐτὸ ἐς μνήμην, μὴ βασκήνας διὰ φιλανθρωπίαν γελάσαι καὶ ἄλλον.

21 Ὅτι Οἴαγρός τις ἐγένετο ποιητὴς μετ᾽ Ὀρφέα καὶ Μουσαῖον, ὃς λέγεται τὸν Τρωϊκὸν πόλεμον πρῶτος